§27.1ἀλλὰ Σκηπίων μὲν οὐ μετὰ πολὺν χρόνον αὐτόν τε νικήσας μάχῃ κατὰ κράτος Ἀννίβαν καὶ καταβαλὼν τὸ φρόνημα καὶ καταπατήσας τῆς Καρχηδόνος ὑποπεσούσης, ἀπέδωκε μείζονα χαρὰν ἁπάσης ἐλπίδος τοῖς πολίταις, καὶ τὴν ἡγεμονίαν ὡς ἀληθῶς
πολλῷ σάλῳ σεισθεῖσαν ὤρθωσε πάλιν· Φάβιος δὲ Μάξιμος οὐ διήρκεσε τῷ βίῳ πρὸς τὸ τοῦ πολέμου τέλος, οὐδʼ ἤκουσεν Ἀννίβαν ἡττημένον, οὐδὲ τὴν μεγάλην καὶ βέβαιον εὐτυχίαν τῆς πατρίδος ἐπεῖδεν, ἀλλὰ περὶ ὃν χρόνον Ἀννίβας ἀπῆρεν ἐξ Ἰταλίας νόσῳ καμὼν ἐτελεύτησεν.
然而,西庇阿在不久之后,便在战斗中以绝对力量击败了汉尼拔本人,摧毁了他的傲慢,并在屈服的卡太基门前将其践踏,给予了公民们超越一切期待的巨大喜悦,并且真正地重新扶正了那在巨浪中摇摇欲坠的霸权;但法比乌斯·马克西穆斯并没能活到战争结束,他既没有听到汉尼拔战败的消息,也没有亲眼看见祖国那伟大而稳固的幸福,而是在汉尼拔撤离意大利的那段时间,因病重而去世。
§27.2Ἐπαμεινώνδαν μὲν οὖν Θηβαῖοι δημοσίᾳ διὰ πενίαν, ἣν ἀπέλιπεν ὁ ἀνὴρ, ἔθαψαν οὐδὲν γὰρ οἴκοι τελευτήσαντος εὑρεθῆναι πλὴν ὀβελίσκον σιδηροῦν λέγουσι· Φάβιον δὲ Ῥωμαῖοι δημοσίᾳ μὲν οὐκ ἐκήδευσαν, ἰδίᾳ ὁ ἑκάστου τὸ σμικρότατον αὐτῷ τῶν νομισμάτων ἐπενεγκόντος, οὐχ ὡς διʼ ἔνδειαν προσαρκούντων, ἀλλʼ ὡς πατέρα τοῦ δήμου θάπτοντος, ἔσχε τιμὴν καὶ δόξαν ὁ θάνατος αὐτοῦ τῷ βίῳ πρέπουσαν.
因此,底比斯人因伊帕米农达留下的贫困而用公费安葬了他,因为据说他死时,家中除了一个铁钎外什么也没留下;但罗马人虽然没有用公费为法比乌斯举行葬礼,但每个人都私人地为他献上自己最小的硬币,这不是因为贫困而给予的救济,而是像安葬人民之父一样,他的死获得了与其一生相称的荣誉与尊严。