§4.1τῶν μέντοι πολεμικῶν Σόλωνι μὲν οὐδὲ τὰ πρὸς Μεγαρεῖς Δαΐμαχος ὁ Πλαταιεὺς μεμαρτύρηκεν, ὥσπερ ἡμεῖς διεληλύθαμεν·
しかしながら、軍事の面においては、プラタイアイのダイマコスは、我々が詳しく述べたような、メガラ人に対するソロンの功績さえも証言していない。
Ποπλικόλας δὲ τοὺς μεγίστους ἀγῶνας αὐτὸς καὶ μαχόμενος καὶ στρατηγῶν κατώρθωσε, καὶ μὴν ἔτι πρὸς τὰς πολιτικὰς πράξεις ὁ μὲν ἐν παιδιᾶς τινι τρόπῳ καὶ προσποίημα μανίας ἀναλαβὼν, ὑπὲρ Σαλαμῖνος ἐρῶν προῆλθεν·
これに対してプブリコラは、自ら戦い、また将軍として指揮を執ることで、最大の戦いを勝利に導いた。 さらに、政治的活動に関して言えば、一方はある種のおどけた態度をとり、狂気を装って、サラミスを奪還することを熱望して人々の前に進み出た。
§4.2ὁ δʼ αὐτόθεν ἀναρρίψας τὸν περὶ τῶν μεγίστων κίνδυνον ἐπανέστη τε Ταρκυνίοις καὶ τὴν προδοσίαν ἐφώρασε·
しかし、もう一方は直ちに、最も重要な事柄をめぐる危険を冒してタルクィニウス一族に対して立ち上がり、その陰謀を暴いた。
καὶ τοῦ κολασθῆναι καὶ μὴ διαφυγεῖν τοὺς πονηροὺς αἰτιώτατος γενόμενος οὐ τὰ σώματα μόνον τῶν τυράννων ἐξέβαλε τῆς πόλεως, ἀλλὰ καὶ τὰς ἐλπίδας ἐξέκοψεν.
そして、悪人どもが処罰され、逃げおおせないようにすることの最大の功労者となり、僭主たちの身体を都市から追放しただけでなく、彼らの野望をも根絶やしにした。
οὕτω δὲ τοῖς δεχομένοις πράγμασιν ἀγῶνα καὶ θυμὸν καὶ ἀντίταξιν ἐρρωμένως καὶ ἀτενῶς ἀπαντήσας, ἔτι βέλτιον ἐχρήσατο τοῖς ὁμιλίας ἀπολέμου καὶ πειθοῦς ὑπεικούσης δεομένοις, Πορσίναν ἄμαχον ἄνδρα καὶ φοβερὸν ἐμμελῶς προσαγαγόμενος καὶ μεταστήσας εἰς φιλίαν.
このように、闘争や怒りや対立を必要とする事態に対しては力強く毅然と立ち向かう一方で、非戦的な交際や譲歩を伴う説得を必要とする事柄に対しては、なおいっそう見事にこれに対処し、手ごわく恐るべき男であったポルシナを巧みに手なずけ、味方に変えた。
§4.3καίτοι φήσει τις ἐνταῦθα τὸν μὲν Σόλωνα προεμένοις ἀναλαβεῖν Ἀθηναίοις Σαλαμῖνα, τὸν δὲ Ποπλικόλαν ἧς ἐκέκτηντο Ῥωμαῖοι χώρας ἀποστῆναι.
もっとも、ここで誰かが、ソロンはアテナイ人が一度放棄したサラミスを取り戻したが、プブリコラはローマ人が領有していた土地を放棄したと言うかもしれない。
δεῖ δὲ πρὸς τοὺς ὑποκειμένους καιροὺς τὰς πράξεις θεωρεῖν.
しかし、事績というものは置かれた状況に照らして評価されるべきである。
ποικίλος γὰρ ὢν ὁ πολιτικὸς ᾧ τρόπῳ τῶν ὄντων ἕκαστον εὔληπτόν ἐστι μεταχειρίσεται, καὶ μέρους ἀφέσει πολλάκις ἔσωσε τὸ πᾶν καὶ μικρῶν ἀποστὰς μειζόνων ἔτυχεν,
というのも、多才な政治家は、現存する事物のそれぞれが扱いやすい方法でそれを処理するものであり、一部を割愛することでしばしば全体を救い、小さなことを断念することでより大きなことを手に入れるからである。
§4.4ὥσπερ ἐκεῖνος ὁ ἀνὴρ τότε τῆς μὲν ἀλλοτρίας χώρας ἀποστὰς ἔσωσε τὴν ἑαυτοῦ βεβαίως ἅπασαν, οἷς δʼ ἦν μέγα τὴν πόλιν διαφυλάξαι προσεκτήσατο τὸ τῶν πολιορκούντων στρατόπεδον, ἐπιτρέψας δὲ τῷ πολεμίῳ δικαστῇ γενέσθαι, καὶ περιγενόμενος τῇ δίκῃ, προσέλαβεν ὅσα δόντας ἀγαπητὸν ἦν νικῆσαι·
ちょうどあの男が、その時、他人の土地を放棄することで自分自身の全領土を確実に救ったように。 そして、都市を守り抜くだけでも大仕事であった人々に対して、包囲していた者たちの陣営までも手に入れさせ、敵に裁判官となることを委ねてその裁判に勝つことにより、本来ならそれを引き渡してでも勝てれば十分であるような多くのものを獲得したのである。
καὶ γὰρ τὸν πόλεμον διέλυσε καὶ τὴν παρασκευὴν τοῦ πολέμου κατέλιπεν αὐτοῖς διὰ πίστιν ἀρετῆς καὶ καλοκαγαθίας, ἣν ὁ ἄρχων ὑπὲρ ἁπάντων ἐνεποίησεν αὐτῷ.
実際、彼は戦争を終わらせただけでなく、あの指導者が万人のために彼の心に植え付けた、美徳と高潔さへの信頼ゆえに、戦争の物資を彼らに残していったのである。