Humanitext Reader

プルタルコス · リュクルゴスとヌマの比較 §4.1-4.8

教育体制と体制永続性における両者の比較

4 / 4 箇所 · ギリシア語

要旨

スパルタとローマにおける結婚年齢の考え方の相違や、共通の若者教育が欠如したためにヌマの死後その平和体制が瞬時に崩壊した歴史的教訓を論じつつ、ヌマが説得と知恵によって統治を確立した偉大さを比較評価する。

§4.1τῇ δὲ ἄλλῃ τῶν παρθένων ἀγωγῇ καὶ τὰ περὶ τὰς ἐκδόσεις ὁμολογεῖ, τοῦ μὲν Λυκούργου πεπείρους καὶ ὀργώσας νυμφεύοντος, ὅπως ἥ τε ὁμιλία, δεομένης ἤδη τῆς φύσεως, χάριτος ᾖ καὶ φιλίας ἀρχὴ μᾶλλον ἢ μίσους καὶ φόβου παρὰ φύσιν βιαζομένων καὶ τὰ σώματα ῥώμην ἔχῃ πρός τὸ τὰς κυήσεις ἀναφέρειν καὶ τὰς ὠδῖνας, ὡς ἐπʼ οὐδέν ἄλλο γαμουμένων ἢ τὸ τῆς τεκνώσεως ἔργον, τῶν δὲ Ῥωμαίων δωδεκαετεῖς καὶ νεωτέρας ἐκδιδόντων οὕτω γὰρ ἂν μάλιστα καὶ τὸ σῶμα καὶ τὸ ἦθος καθαρὸν καὶ ἄθικτον ἐπὶ τῷ γαμοῦντι γίνεσθαι.
また、乙女たちの他の教育方法についても、嫁ぎ方に関する事柄が一致している。 すなわち、リュクルゴスは成熟し身体が熟した女性たちを結婚させた。 それは、本性(生理)がすでにそれを求めているときに、その交わりが、不自然に(無理に)強いる者たちへの憎しみや恐れではなく、むしろ喜びと愛の始まりとなるようにであり、また、結婚の目的が子作りという務め以外にないかのように、身体が妊娠と出産に耐える強さを持つようにするためであった。 他方、ローマ人たちは十二歳かそれ以下の少女たちを嫁がせた。 そのようにすれば、身体も気質も清らかで手つかずの状態で、結婚する夫の支配(影響)のもとに置かれることになると考えたからである。
§4.2δῆλον οὖν ὅτι τὸ μὲν φυσικώτερον πρὸς τέκνωσιν, τὸ δὲ ἠθικώτερον πρός συμβίωσιν.
したがって、前者は子作りのためにより自然にかなっており、後者は共同生活のためにより道徳にかなっていることは明らかである。
ἀλλὰ μὴν ἐπιστασίαις τε παίδων καὶ συναγελασμοῖς καὶ παιδαγωγίαις καὶ κοινωνίαις, περί τε δεῖπνα καὶ γυμνάσια καὶ παιδιὰς αὐτῶν ἐμμελείαις καὶ διακοσμήσεσιν, οὐδέν τι τοῦ προστυχόντος νομοθέτου βελτίονα τὸν Νομᾶν ὁ Λυκοῦργος ἀποδείκνυσιν, ἐπὶ ταῖς τῶν πατέρων ποιησάμενον ἐπιθυμίαις ἢ χρείαις τὰς τῶν νέων ἀγωγάς,
しかしながら、子供たちの監督、集団編成、養育、共同生活、また彼らの食事、体育、遊びにおける調和や組織化においては、リュクルゴスは、若者たちの教育を父親の個人的な欲望や必要に委ねてしまったヌマが、平凡な立法者より少しも優れていないことを示している。
§4.3εἴτε τις ἐργάτην γῆς βούλοιτο ποιεῖν τὸν υἱὸν εἴτε ναυπηγὸν ἢ χαλκέα διδάσκειν ἢ αὐλητήν, ὥσπερ οὐ πρός ἓν τέλος ὀφείλοντας ἐξ ἀρχῆς ἄγεσθαι καὶ συνεπιστρέφεσθαι τοῖς ἤθεσιν, ἀλλʼ οἷον εἰς ναῦν ἐπιβάτας ἕτερον ἐξ ἑτέρας ἥκοντα χρείας καὶ προαιρέσεως ἐν τοῖς κινδύνοις μόνον φόβῳ τοῦ ἰδίου συνίστασθαι πρός τὸ κοινόν, ἄλλως δὲ τὸ καθʼ αὑτὸν σκοπεῖν ἕκαστον.
ある者が息子を農夫にしたいと思おうと、あるいは船大工、鍛冶屋、フルート奏者として教え込もうと、まるで彼らが最初から一つの共通の目的へと導かれ、その性質において一体となって方向づけられるべきではないかのように、そうではなく、まるで船の乗客たちがそれぞれ異なる必要や目的から乗り合わせ、危険な時にだけ個人の身の安全を恐れるがゆえに共通の目的のために団結するが、それ以外では各々が自分自身の事だけを考えているかのようであった。
§4.4καὶ τοῖς μὲν πολλοῖς οὐκ ἄξιον ἐγκαλεῖν νομοθέταις ἐλλείπουσιν ἢ διʼ ἄγνοιαν ἢ διʼ ἀσθένειαν ἀνδρὶ δὲ σοφῷ βασιλείαν παραλαβόντι δήμου νεωστὶ συνισταμένου καὶ πρός μηδὲν ἀντιτείνοντος, περὶ τί πρῶτον ἦν σπουδάσαι προσῆκον ἢ παίδων ἐκτροφὴν καὶ νέων ἄσκησιν, ὅπως μὴ διάφοροι μηδὲ ταραχώδεις γένοιντο τοῖς ἤθεσιν, ἀλλʼ εἰς ἕν τι κοινὸν ἀρετῆς ἴχνος εὐθὺς ἐξ ἀρχῆς πλαττόμενοι καὶ τυπούμενοι συμβαίνοιεν ἀλλήλοις;
そして、多くの平凡な立法者たちが、無知あるいは力のなさのゆえに教育を怠っているとしても、彼らを非難することは値しない。 しかし、新しく構成され、何事にも抵抗しない人民の王権を引き受けた賢い人物(=ヌマ)にとって、子供たちの養育と若者たちの鍛錬以上に、まず第一に熱心に取り組べきふさわしい事柄が何かあっただろうか。 それにより、彼らがその気質において異質であったり無秩序であったりせず、最初から美徳の共通の型へと形作られ、鋳型にはめられることで、互いに調和を保つことができるようにするために。
§4.5ὃ δὴ πρός τε τὰ ἄλλα καὶ σωτηρίαν νόμων ὠφέλησε τὸν Λυκοῦργον.
そしてこのことこそが、他の様々なことの中でも、とりわけリュクルゴスの法律を維持するのに役立った。
μικρὸς γὰρ ἦν ὁ τῶν ὅρκων φόβος, εἰ μὴ διὰ τῆς παιδείας καὶ τῆς ἀγωγῆς οἷον ἀνέδευσε τοῖς ἤθεσι τῶν παίδων τοὺς νόμους, καὶ συνῳκείωσε τῇ τροφῇ τὸν ζῆλον τῆς πολιτείας, ὥστε πεντακοσίων ἐτῶν πλείω χρόνον τὰ κυριώτατα καὶ μέγιστα διαμεῖναι τῆς νομοθεσίας, ὥσπερ βαφῆς ἀκράτου καὶ ἰσχυρῶς καθαψαμένης.
なぜなら、もし彼が教育と訓練を通じて、いわば子供たちの気質の中に法律を染み込ませ、彼らの養育に国制への情熱を一体化させていなかったならば、誓いに対する恐れなど取るに足らないものであっただろうからである。 その結果、混じりけのない染料が強力に染み込んだかのように、彼の立法の最も重要で最大の根幹は、五百年以上の間存続したのである。
§4.6Νομᾷ δὲ ὅπερ ἦν τέλος τῆς πολιτείας, ἐν εἰρήνῃ καὶ φιλίᾳ τὴν Ῥώμην ὑπάρχειν, εὐθὺς συνεξέλιπε·
これに対して、ヌマにとって国制の目的であった「ローマが平和と友好のうちにあること」は、彼の死とともに直ちに消え去った。
καὶ μετὰ τὴν τελευτὴν ἐκείνου τὸν ἀμφίθυρον οἶκον, ὃν κεκλεισμένον αὐτὸς συνεῖχεν, ὥσπερ ὄντως ἐν αὐτῷ τιθασεύων καθειργμένον τὸν πόλεμον, ἐξ ἀμφοτέρων ἀναπετάσαντες αἵματος καὶ νεκρῶν τὴν Ἰταλίαν ἐνέπλησαν·
そして彼の死後、彼自身が閉ざしたままに保ち、まるでその内部に戦争を飼い慣らして閉じ込めているかのようであった、あの両開きの扉の神殿は、両側から押し開かれ、イタリアを血と死体で満たした。
καὶ οὐδὲ ὀλίγον χρόνον ἡ καλλίστη καὶ δικαιοτάτη κατάστασις ἔμεινεν, ἅτε δὴ καὶ τὸ συνδετικὸν ἐν αὑτῇ, τὴν παιδείαν, οὐκ ἔχουσα.
そして、この最も美しく最も正義に満ちた国制は、自らの中に結びつきを保つ力、すなわち教育を持たなかったため、わずかな間さえも存続しなかった。
§4.7τί οὖν, φήσει τις, οὐκ ἐπὶ τὸ βέλτιον ἡ Ῥώμη προῆλθε τοῖς πολεμικοῖς;
「それでは」と誰かが言うかもしれない。 「ローマは戦争の事柄においてより良い方向へと進んだのではないか」と。
ἐρωτῶν ἐρώτημα μακρᾶς ἀποκρίσεως δεόμενον πρός ἀνθρώπους τὸ βέλτιον ἐν πλούτῳ καὶ τρυφῇ καὶ ἡγεμονίᾳ μᾶλλον ἢ σωτηρίᾳ καὶ πρᾳότητι καὶ τῇ μετὰ δικαιοσύνης αὐταρκείᾳ τιθεμένους, οὐ μὴν ἀλλὰ καὶ τοῦτο Λυκούργῳ που δόξει βοηθεῖν, τὸ Ῥωμαίους μὲν τὴν ἐπὶ Νομᾶ κατάστασιν ἐξαλλάξαντας ἐπιδοῦναι τοῖς πράγμασι τοσοῦτον, §4.8Λακεδαιμονίους δὲ ἅμα τῷ πρῶτον ἐκβῆναι τὴν Λυκούργου διάταξιν, ἐκ μεγίστων ταπεινοτάτους γενέσθαι καὶ τὴν τῶν Ἑλλήνων ἡγεμονίαν ἀποβαλόντας κινδυνεῦσαι περί ἀναστάσεως, ἐκεῖνο μέντοι τῷ Νομᾷ μέγα καὶ θεῖον ὡς ἀληθῶς ὑπάρχει, τὸ ξένῳ τε μεταπέμπτῳ γενέσθαι καὶ πάντα πειθοῖ μεταβαλεῖν, καὶ κρατῆσαι πόλεως οὔπω συμπεπνευκυίας, μήτε ὅπλων δεηθέντα μήτε βίας τινός, ὡς Λυκοῦργος ἐπὶ τὸν δῆμον ἦγε τοὺς ἀρίστους, ἀλλὰ σοφίᾳ καὶ δικαιοσύνῃ πάντας προσαγαγόμενον καὶ συναρμόσαντα.
この問いを投げかけることは、安全や穏やかさ、そして正義を伴う自足よりも、富や贅沢、そして支配権の内に「より良きこと」を置く人々に対しては、長い回答を必要とする。 とはいえ、この事実もまた、むしろリュクルゴスを擁護するように思われるだろう。 すなわち、ローマ人たちがヌマの定めた体制を変革したことによってこれほどまでに国勢を伸張させたことに対し、スパルタ人は、リュクルゴスの定めた秩序から最初に逸脱した途端に、最大の地位から最も卑小な存在へと転落し、ギリシア人の覇権を失って、国家の滅亡の危機に瀕したからである。 しかしながら、ヌマにとって実に偉大で、真に神聖な事実として残るのは、彼が呼び寄せられた異邦人でありながら、すべてを説得によって変革し、まだ一致団結していない都市を支配したことである。 それも、リュクルゴスが民衆に対して貴族たちを率いたように武器や暴力を必要とすることなく、ただ知恵と正義によってすべての人々を引き寄せ、調和させたのである。

語釈・文法注

  1. §4.1παρὰ φύσιν βιαζομένων — 現在分詞属格 βιαζομένων(強いる、暴力を用いる)はここでは能動の意味(「強いる者たち」)として解釈され、直前の μίσους καὶ φόβου(憎しみと恐れ)に対して「(不自然に少女を)無理に強いる者たちに対する」という客観属格として機能している。受動の意味(「無理に強いられること」)とする解釈も可能だが、新婚初期の女性が夫に対して抱く心理的嫌悪を説明する文脈上、能動の解釈(夫を指す)が最も適切である。
  2. §4.2ἐπὶ ταῖς τῶν πατέρων ποιησάμενον ἐπιθυμίαις — ποιέομαι ἐπί + 与格で「〜に依存させる」「〜を基礎とする」という慣用表現を成す。ここでは、若者たちの教育(τὰς τῶν νέων ἀγωγάς)を父親たちの欲望や必要(ἐπιθυμίαις ἢ χρείαις)に依存させてしまった(委ねてしまった)ヌマ(τὸν Νομᾶν)の行為を修飾している。
  3. §4.4ἀνδρὶ δὲ σοφῷ — 与格 ἀνδρὶ δὲ σοφῷ(賢い男にとって)は、文末近くの非人称表現である形容詞中性主格 προσῆκον(ふさわしい、本来は ἦν が補われる)の論理的主語を表す。平凡な立法者たち(τοῖς μὲν πολλοῖς... νομοθέταις)に対する強い対比関係を示すため、文頭に配置されて強調されている。
  4. §4.5μικρὸς γὰρ ἦν ὁ τῶν ὅρκων φόβος, εἰ μὴ... ἀνέδευσε — 過去の反実仮想を表す条件文。帰結節(主節)の直説法未完了過去 ἦν は、通常伴うべき小辞 ἄν を欠いているが、これは「(もし〜でなかったなら、国制の維持は)実に取るに足らないものであっただろう」という結論の確実性や現実的な緊迫性を強調する、古典期の歴史記述にしばしば見られる表現方法である。

この箇所を引用する

プルタルコス, リュクルゴスとヌマの比較 §4.1-4.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg006.humanitext-grc2:4.1-4.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。