§1.1ἀλλʼ ἐπεὶ τὸν Νομᾶ καὶ Λυκούργου διεληλύθαμεν βίον, ἐκκειμένων ἀμφοῖν, εἰ καὶ χαλεπὸν ἔργον, οὐκ ἀποκνητέον συναγαγεῖν τὰς διαφοράς, αἱ μὲν γὰρ κοινότητες ἐπιφαίνονται ταῖς πράξεσιν, οἷον ἡ σωφροσύνη τῶν ἀνδρῶν, ἡ εὐσέβεια, τὸ πολιτικόν, τὸ παιδευτικόν, τὸ μίαν ἀρχὴν παρὰ τῶν θεῶν ἀμφοτέρους λαβεῖν τῆς νομοθεσίας·
しかし、ヌマとリュクルゴスの生涯を語り終えた今、両者が提示されているのだから、困難な仕事ではあるが、その違いをまとめることを躊躇してはならない。 なぜなら、共通点はその事績に現れているからである。 例えば、彼らの節制、敬虔、政治家としての才能、教育者としての才能、そして両者が立法を神々からという一つの始まりに負っていること。
τῶν δὲ ἰδίᾳ ἑκατέρου καλῶν πρῶτόν ἐστι Νομᾷ μὲν ἡ παράληψις τῆς βασιλείας, Λυκούργῳ δὲ ἡ παράδοσις.
他方、彼らの各々の個別的な美点のうちで最初に来るのは、ヌマにとっては王位の受託であり、リュクルゴスにとっては王位の譲渡である。
§1.2ὁ μὲν γὰρ οὐκ αἰτῶν ἔλαβεν, ὁ δὲ ἔχων ἀπέδωκε.
なぜなら、前者は求めずにこれを受け取り、後者は持っていながらこれを返上したからである。
καὶ τὸν μὲν ἕτεροι κύριον αὑτῶν κατέστησαν ἰδιώτην καὶ ξένον ὄντα, ὁ δὲ αὐτὸς αὑτὸν ἰδιώτην ἐκ βασιλέως ἐποίησε.
また、前者は他人によって、一私人であり異邦人であった者が支配者とされたが、後者は自ら王から一私人へと己を戻した。
καλὸν μὲν οὖν τὸ κτήσασθαι δικαιοσύνῃ τὴν βασιλείαν, καλὸν δὲ τὸ προτιμῆσαι τὴν δικαιοσύνην τῆς βασιλείας, ἡ γὰρ ἀρετὴ τὸν μὲν οὕτως ἔνδοξον κατέστησεν ὥστε βασιλείας ἀξιωθῆναι, τὸν δὲ οὕτω μέγαν ἐποίησεν ὥστε βασιλείας καταφρονῆσαι.
それゆえ、正義によって王位を獲得することは美しいが、王位よりも正義を重んじることもまた美しい。 なぜなら、徳は一方を王位に値するほど名声高いものとし、他方を王位を軽んじるほど偉大なものとしたからである。
§1.3δεύτερον τοίνυν, ἐπεὶ καθάπερ ἁρμονικοὶ λύρας, ὁ μὲν ἐκλελυμένην καὶ τρυφῶσαν ἐπέτεινε τὴν Σπάρτην, ὁ δὲ τῆς Ῥώμης τὸ σφοδρὸν ἀνῆκε καὶ σύντονον, ἡ μὲν χαλεπότης τοῦ ἔργου τῷ Λυκούργῳ πρόσεστιν.
第二に、それゆえ、あたかも調律師が竪琴の調律をするように、一方は弛緩し贅沢に耽っていたスパルタを引き締め、他方はローマの激しく張りつめたところを緩めたのであるが、その仕事の難しさはリュクルゴスの側にある。
οὐ γὰρ θώρακας ἐκδῦναι καὶ ξίφη τοὺς πολίτας καταθέσθαι ἔπειθεν, ἀλλὰ χρυσὸν καὶ ἄργυρον ἀφεῖναι καὶ στρωμνὰς ἐκβαλεῖν πολυτελεῖς καὶ τραπέζας, οὐδὲ παυσαμένους πολέμων ἑορτάζειν καὶ θύειν, ἀλλὰ δεῖπνα καὶ πότους ἐάσαντας ἐν τοῖς ὅπλοις καὶ ταῖς παλαίστραις διαπονεῖσθαι καὶ ἀσκεῖν.
というのも、彼は市民たちに鎧を脱ぎ剣を置くように説得したのではなく、金銀を手放し、贅沢な寝具や食卓を捨てるように説得したのであり、また、戦争をやめて祭りを行い生贄を捧げるように説得したのではなく、宴会や飲酒をやめて、武装したまま体育場で骨折って働き鍛錬するように説得したからである。
§1.4ὅθεν ὁ μὲν διʼ εὐνοίας καὶ τιμῆς ἅπαντα πείθων ἔπραξεν, ὁ δε κινδυνεύων καὶ βαλλόμενος μόγις ἐπεκράτησεν·
それゆえ、前者は好意と敬意によってすべてを説得の末に成し遂げたが、後者は危険に晒され、石を投げつけられながら、かろうじて勝利を収めた。
ἥμερος μέντοι καὶ φιλάνθρωπος ἡ τοῦ Νομᾶ μοῦσα πρὸς εἰρήνην καὶ δικαιοσύνην μεθαρμοσαμένου καὶ καταπραΰναντος ἐξ ἀκρατῶν καὶ διαπύρων ἠθῶν τοὺς πολίτας.
けれども、ヌマのミューズは穏やかで人間味に溢れていた。 彼は荒々しく熱狂的な気風から、市民たちを平和と正義へと調和させ直し、和らげたのである。
εἰ δὲ καὶ τὸ περὶ τοὺς Εἵλωτας ἀναγκάσει τις ἡμᾶς εἰς τὴν Λυκούργου θέσθαι πολιτείαν, §1.5ὠμότατον ἔργον καὶ παρανομώτατον, μακρῷ τινι τὸν Νομᾶν ἑλληνικώτερον γεγονέναι νομοθέτην φήσομεν, ὅς γε καὶ τοὺς ὡμολογημένους δούλους ἔγευσε τιμῆς ἐλευθέρας, ἐν τοῖς Κρονίοις ἑστιᾶσθαι μετὰ τῶν δεσποτῶν ἀναμεμιγμένους ἐθίσας.
もし、ヘイロテスに関する事柄をも、リュクルゴスの国制に帰するよう誰かが我々に強いるとするならば、それはきわめて残虐で違法な仕業であり、私たちは、ヌマのほうがはるかにギリシア的な立法者であったと言うだろう。 彼はまさに公認の奴隷たちにさえ自由の誉れを味わわせ、クロニア祭において主人たちと交ざり合って宴会をするよう習慣づけた。
καὶ γὰρ τοῦτο τῶν Νομᾶ πατρίων ἓν εἶναι λέγουσιν, ἐπὶ τὰς τῶν ἐτησίων ἀπολαύσεις καρπῶν τοὺς συνεργοὺς παραλαμβάνοντος, ἔνιοι δὲ τοῦτο ὑπόμνημα τῆς Κρονικῆς ἐκείνης ἰσονομίας ἀποσώζεσθαι μυθολογοῦσιν, ὡς μηδενὸς δούλου μηδὲ δεσπότου, πάντων δὲ συγγενῶν καὶ ἰσοτίμων νομιζομένων.
というのも、これもヌマの父祖の伝承の一つであると言われている。 彼は毎年の収穫の恵みを享受する際に共同作業者を招き入れた。 またある人々は、これが、奴隷も主人もおらず、すべての者が同胞であり平等な地位にあるとみなされていた、あのクロノス時代の平等の記憶として保持されているのだと語っている。