Humanitext Reader

プルタルコス · ヌマ伝 §22.1-22.7

ヌマの葬儀と聖なる書物の埋葬および後継者たちの運命

22 / 22 箇所 · ギリシア語

要旨

ヌマの壮大な葬儀と、彼の著書が彼と共にヤニクルムの丘に埋葬され、数百年後に発見・焼却された経緯を描く。また、不敬な後継者たちの悲劇的な最期と対比させることでヌマの敬虔さを称える。

§22.1ζηλωτὸν δὲ αὐτοῦ καὶ τῷ τάφῳ τὸν βίον ἐποίησαν οἵ τε σύμμαχοι καὶ φίλοι δῆμοι, συνελθόντες ἐπὶ τὰς ταφὰς ἅμα δημοσίαις ἐπιφοραῖς καὶ στεφάνοις, οἵ τε πατρίκιοι τὸ λέχος ἀράμενοι, καὶ συμπαρόντες οἱ τῶν θεῶν ἱερεῖς καὶ παραπέμποντες, ὁ δ’ ἄλλος ὅμιλος ἀναμεμιγμένων καὶ γυναικῶν καὶ παίδων οὐχ ὡς βασιλέως ταφαῖς γηραιοῦ παρόντες, ἀλλʼ ὥς τινα τῶν φιλτάτων ἕκαστος ἐν ἀκμῇ βίου ποθούμενον θάπτων, μετʼ οἰμωγῆς καὶ κλαυθμῶν ἑπόμενοι.
同盟し友好関係にある民たちも、公的な寄付と花冠とともに葬儀に集まり、また貴族たちが棺を担ぎ、神々の神官たちが共に付き添って見送ることで、彼の生涯をその葬儀においても羨むべきものにした。 そして、女性や子供たちも混ざり合った、それ以外の群衆は、年老いた王の葬儀に立ち会っているのではなく、各自が人生の真っ盛りにあって惜しまれつつ亡くなった最も愛すべき者を葬るかのように、嘆きと涙とともに付き従った。
§22.2πυρὶ μὲν οὖν οὐκ ἔδοσαν τὸν νεκρὸν αὐτοῦ κωλύσαντος, ὡς λέγεται, δύο δὲ ποιησάμενοι λιθίνας σοροὺς ὑπὸ τὸ Ἰάνοκλον ἔθηκαν, τὴν μὲν ἑτέραν ἔχουσαν τὸ σῶμα, τὴν δὲ ἑτέραν τὰς ἱερὰς βίβλους ἃς ἐγράψατο μὲν αὐτός, ὥσπερ οἱ τῶν Ἑλλήνων νομοθέται τοὺς κύρβεις, ἐκδιδάξας δὲ τοὺς ἱερεῖς ἔτι ζῶν τὰ γεγραμμένα καὶ πάντων ἕξιν τε καὶ γνώμην ἐνεργασάμενος αὐτοῖς, ἐκέλευσε συνταφῆναι μετὰ τοῦ σώματος, ὡς οὐ καλῶς ἐν ἀψύχοις γράμμασι φρουρουμένων τῶν ἀπορρήτων.
それゆえ、彼らは彼の遺体を火に付さなかった。 伝えられるところでは、彼自身がそれを禁じたからである。 彼らは二つの石棺を作り、ヤニクルムの丘の麓に置いた。 一方はその肉体を収め、他方は聖なる書物を収めていた。 それは、ギリシアの立法者たちがキルベスを書いたように、彼自身が書き記したものであったが、まだ生きているうちに神官たちにそこに書かれた事柄を徹底的に教え込み、それらすべての習慣と精神を彼らの中に植え付けた上で、それらを自分の遺体と共に埋葬することを命じた。 秘儀が生命のない文字の中に保管されるのは良くないと考えたからである。
§22.3ᾧ λογισμῷ φασι μηδὲ τοὺς Πυθαγορικοὺς εἰς γραφὴν κατατίθεσθαι τὰ συντάγματα, μνήμην δὲ καὶ παίδευσιν αὐτῶν ἄγραφον ἐμποιεῖν τοῖς ἀξίοις.
この考え方によって、ピタゴラス派の人々もその学説を書き記さず、それらの記憶と教育をふさわしい人々の中に文字によらずに植え付けたのだと言われている。
καὶ τῆς γε περὶ τὰς ἀπόρους καὶ ἀρρήτους λεγομένας ἐν γεωμετρίᾳ μεθόδους πραγματείας πρός τινα τῶν ἀναξίων ἐκδοθείσης, ἔφασαν ἐπισημαίνειν τὸ δαιμόνιον μεγάλῳ τινὶ καὶ κοινῷ κακῷ τὴν γεγενημένην παρανομίαν καὶ ἀσέβειαν ἐπεξερχόμενον.
そして、幾何学におけるいわゆる「解き難く口にすべきではない」方法についての論考が、ふさわしくない者の一人に漏らされた時、神的な力が重大かつ共通の災いをもって、生じた違法行為と不敬を罰するために予兆を示したと言われている。
§22.4ὥστε συγγνώμην ἔχειν πολλὴν τοῖς εἰς τὸ αὐτὸ Πυθαγόρᾳ Νομᾶν φιλοτιμουμένοις συνάγειν ἐπὶ τοσαύταις ὁμοιότησιν.
したがって、これほど多くの類似性に基づいて、ヌマをピタゴラスと同じところに結びつけようと熱心に努める人々を大いに許容することができるのである。
οἱ δὲ περὶ Ἀντίαν ἱστοροῦσι δώδεκα μὲν εἶναι βίβλους ἱεροφαντικάς, δώδεκα δὲ ἄλλας Ἑλληνικὰς φιλοσόφους τὰς εἰς τὴν σορὸν συντεθείσας.
しかし、アンティアスとその一派は、石棺の中に共に納められたのは、十二冊の祭司職に関する書物と、十二冊のギリシア語の哲学書であったと記録している。
τετρακοσίων δέ που διαγενομένων ἐτῶν ὕπατοι μὲν ἦσαν Πόπλιος Κορνήλιος καὶ Μάρκος Βαίβιος· ὄμβρων δὲ μεγάλων ἐπιπεσόντων καὶ χώματος περιρραγέντος ἐξέωσε σε τὰς σοροὺς τὸ ῥεῦμα·
およそ四百年が経過したとき、プブリウス・コルネリウスとマルクス・バエビウスが執政官であったが、大雨が降り注ぎ、土手が崩れたため、濁流が石棺を押し出した。
§22.5καὶ τῶν ἐπιθημάτων ἀποπεσόντων ἡ μὲν ἑτέρᾳ κενὴ παντάπασιν ὤφθη καὶ μέρος οὐδὲν οὐδὲ λείψανον ἔχουσα τοῦ σώματος, ἐν δὲ τῇ ἑτέρᾳ τῶν γραμμάτων εὑρεθέντων ἀναγνῶναι μὲν αὐτὰ λέγεται Πετίλιος στρατηγῶν τότε, πρὸς δὲ τὴν σύγκλητον κομίσαι, μὴ δοκεῖν αὐτῷ θεμιτὸν εἶναι λέγων μηδὲ ὅσιον ἔκπυστα πολλοῖς τὰ γεγραμμένα γενέσθαι·
そして、蓋が脱落したとき、一方の石棺は完全に空であり、身体の部分も遺骸も全く残っていないことが分かったが、他方の石棺から書物が見つかり、当時プラエトルであったペティリウスがそれらを読んだと言われている。 しかし、彼はそれらを元老院に持ち込み、書かれている事柄が多くの人々に知れ渡ることは神法にも敬神にもかなわないと思われると述べた。
διὸ καὶ κομισθείσας εἰς τὸ Κομίτιον τὰς βίβλους κατακαῆναι.
そのため、それらの書物はコミティウムに運ばれ、焼き払われた。
§22.6πᾶσι μὲν οὖν ἕπεται τοῖς δικαίοις καὶ ἀγαθοῖς ἀνδράσι μείζων ὁ κατόπιν καὶ μετὰ τὴν τελευτὴν ἔπαινος, τοῦ φθόνου πολὺν χρόνον οὐκ ἐπιζῶντος, ἐν ίων δὲ καὶ προαποθνήσκοντος·
それゆえ、すべての正しく善い人々には、死後の、そして没後のより大きな称賛が従うものである。 嫉妬は長生きせず、ある人々の場合には本人の死より先に死に絶えるからである。
οὐ μὴν ἀλλʼ ἐκείνου γε τὴν δόξαν αἱ τῶν ὕστερον βασιλέων τύχαι λαμπροτέραν ἐποίησαν, πέντε γάρ γενομένων μετʼ αὐτὸν ὁ μὲν ἔσχατος ἐκπεσὼν τῆς ἀρχῆς ἐν φυγῇ κατεγήρασε, τῶν δὲ τεσσάρων οὐδεὶς κατὰ φύσιν ἐτελεύτησεν, ἀλλʼ οἱ μὲν τρεῖς ἐπιβουλευθέντες ἐσφάγησαν,
とはいえ、彼の名声は、その後の王たちの運命によって、よりいっそう輝かしいものとなった。 彼の後に五人の王が立ったが、最後の者は王権から追放されて亡命のうちに老いさらばえ、他の四人のうち誰一人として天寿を全うせず、三人は陰謀によって暗殺された。
§22.7Ὁστίλιος δὲ Τύλλος, ὃς μετὰ Νομᾶν ἐβασίλευσε, καὶ τὰ πλεῖστα τῶν ἐκείνου καλῶν, ἐν δὲ πρώτοις καὶ μάλιστα τὴν περὶ τὸ θεῖον εὐλάβειαν, ἐπιχλευάσας καὶ καθυβρίσας ὡς ἀργοποιὸν καὶ γυναικώδη, πρὸς πόλεμον ν ἔτρεψε τοὺς πολίτας, οὐδʼ αὐτὸς ἐνέμεινε τοῖς νεανιεύμασι τούτοις, ἀλλʼ ὑπὸ νόσου χαλεπῆς καὶ πολυτρόπου τὴν γνώμην ἀλλασσόμενος εἰς δεισιδαιμονίαν ἐνέδωκεν οὐδέν τι τῇ κατὰ Νομᾶν εὐσεβείᾳ προσήκουσαν, ἔτι δὲ μᾶλλον ἐνεποίησε τοῖς ἄλλοις τὸ τοιοῦτον πάθος, ὡς λέγεται, καταφλεχθεὶς ὑπὸ κεραυνῶν.
ヌマの後に王となったトゥッルス・ホスティリウスは、ヌマの美徳の大部分、とりわけ神に対する畏敬を、人々を怠惰にし女性的なものにするとして嘲笑し、侮辱した。 そして市民たちを戦争へと向かわせたが、彼自身もそのような不遜な態度にとどまり続けることはできなかった。 重く複雑な病によって心をかき乱され、ヌマの敬虔さとは似ても似つかない迷信へと屈服し、さらにその最期において、伝えられるところでは落雷によって焼き尽くされたことで、他の人々にもそのような恐れの感情をいっそう植え付けることになった。

語釈・文法注

  1. 22.1τῷ τάφῳ — 与格の用法。単純な時や原因を示すだけでなく、「彼の葬儀に際しても」「その葬儀によって」というニュアンスを持ち、手段あるいは随伴・関係を表す与格として解釈され、彼の死の場面自体がその生涯をさらに栄えあるものにしたことを示す。
  2. 22.1ὁ δ’ ἄλλος ὅμιλος ... ἑπόμενοι — 意味による一致(constructio ad sensum)。主語である集合名詞 `ὅμιλος` は単数形であるが、文脈上その集団を構成する個々の人々を指しているため、分詞 `παρόντες` および `ἑπόμενοι` は複数形をとっている。
  3. 22.2κωλύσαντος — 属格独立構文。主格に当たる名詞が省略されているが、直前の `αὐτοῦ`(彼自身)が文脈上の意味上の主語であることが自明であるため、「彼自身が禁じたので」と解釈される。
  4. 22.3τῆς γε περὶ τὰς ἀπόρους καὶ ἀρρήτους λεγομένας ἐν γεωμετρίᾳ μεθόδους πραγματείας ... ἐκδοθείσης — 主名詞である `πραγματείας`(論考)とその修飾語句が非常に長大であり、最後に置かれた分詞 `ἐκδοθείσης`(漏らされた時、公開された時)によって全体が包括される属格独立構文を形成している。構造の骨格は `τῆς πραγματείας ἐκδοθείσης` である。
  5. 22.7οὐδʼ αὐτὸς ἐνέμεινε τοῖς νεανιεύμασι τούτοις — 複合動詞 `ἐμμένω` は与格(ここでは `τοῖς νεανιεύμασι τούτοις`)を支配し、「〜にとどまる」「〜を堅持する」という意味を表す。文脈上、トゥッルス・ホスティリウスがその若気に基づいた傲慢な態度を貫くことができなかったことを意味する。

この箇所を引用する

プルタルコス, ヌマ伝 §22.1-22.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0007.tlg005.humanitext-grc2:22.1-22.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。