§6.1καὶ μὴν τὰ περὶ τὰς ἁρπαγὰς τῶν γυναικῶν ἡμαρτημένα Θησεῖ μὲν εὐσχήμονος ἐνδεᾶ προφάσεως γέγονε.
そしてまた、女性たちの略奪という不始末については、テセウスの場合は体裁の良い弁明を欠いている。
πρῶτον μὲν ὅτι πολλάκις·
第一に、それが何度も行われたからである。
ἥρπασε γὰρ Ἀριάδνην καὶ Ἀντιόπην καὶ Ἀναξὼ τὴν Τροιζηνίαν, ἐπὶ πάσαις δὲ τὴν Ἑλένην, παρηκμακὼς οὐκ ἀκμάζουσαν, ἀλλὰ νηπίαν καὶ ἄωρον αὐτὸς ὥραν ἔχων ἤδη γάμων πεπαῦσθαι καὶ νομίμων ἔπειτα διὰ τὴν αἰτίαν οὐ γὰρ ἀξιώτεραί γε παιδοποιοὶ τῶν Ἀθήνησιν Ἐρεχθηίδων καὶ Κεκροπίδων αἱ Τροιζηνίων καὶ Λακώνων καὶ Ἀμαζόνων ἀνέγγυοι θυγατέρες ἦσαν.
すなわち、彼はアリアドネ、アンティオペ、トロイゼンのアナクソを略奪し、これらすべてに加えて、ヘレネが盛りを過ぎておらず、むしろまだ幼く結婚に不適な年齢の時に、彼自身はすでに通常の結婚さえも引退すべき年齢に達していたにもかかわらず略奪した。 第二に、その動機ゆえである。 なぜなら、トロイゼンやラケダイモンやアマゾンの、正式な婚約を経ていない娘たちが、アテナイのエレクテウスやケクロプスの末裔たる娘たちよりも、子供をもうけるにふさわしかったわけではないからである。
§6.2ἀλλὰ ταῦτα μὲν ὑποψίαν ἔχει πρὸς ὕβριν καὶ καθʼ ἡδονὴν πεπρᾶχθαι.
しかしこれらは、傲慢から、また自らの快楽のために行われたという容疑を免れない。
Ῥωμύλος δὲ πρῶτον μὲν ὀκτακοσίων ὀλίγον ἀριθμῷ δεούσας ἁρπάσας, οὐ πάσας, ἀλλὰ μίαν, ὥς φασιν, Ἑρσιλίαν ἔλαβε, τὰς δʼ ἄλλας διένειμε τοῖς ἀγαθοῖς τῶν πολιτῶν ἔπειτα τῇ μετὰ ταῦτα τιμῇ καὶ ἀγαπήσει καὶ δικαιοσύνῃ τῇ περὶ τὰς γυναῖκας ἀπέδειξε τὴν βίαν ἐκείνην καὶ τὴν ἀδικίαν κάλλιστον ἔργον καὶ πολιτικώτατον εἰς κοινωνίαν γενομένην.
一方、ロムルスは、まず八百に少し足りない女性たちを略奪した際、そのすべてではなく、人々が言うには、ただ一人ヘルシリアのみを自らの妻とし、残りの女性たちは市民の優れた者たちに分配した。 次に、その後の彼女たちに対する敬意と愛情と正義によって、あの暴力と不義が、最も美しく、共同体の結合をもたらす極めて社会的な事業となったことを示した。
§6.3οὕτω συνέμιξεν ἀλλήλοις καὶ συνέπηξε τὰ γένη, καὶ παρέσχε πηγὴν τῆς εἰς αὖθις εὐνοίας καὶ δυνάμεως τοῖς πράγμασιν.
このようにして彼は双方の氏族を互いに混ぜ合わせ結合させ、国家の将来に向けた好意と力の源泉を提供した。
αἰδοῦς δὲ καὶ φιλίας καὶ βεβαιότητος, ἣν εἰργάσατο περὶ τοὺς γάμους, ὁ χρόνος ἐστὶ μάρτυς, ἐν γὰρ ἔτεσι τριάκοντα καὶ διακοσίοις οὔτε ἀνὴρ ἐτόλμησε γυναικὸς οὔτε γυνὴ κοινωνίαν ἀνδρὸς ἐγκαταλιπεῖν, ἀλλʼ ὥσπερ ἐν Ἓλλησιν οἱ σφόδρα περιττοὶ τὸν πρῶτον ἔχουσιν εἰπεῖν πατροκτόνον ἢ μητροφόνον, οὕτω Ῥωμαῖοι πάντες ἴσασιν ὅτι Καρβίλιος Σπόριος ἀπεπέμψατο γυναῖκα πρῶτος, ἀπαιδίαν αἰτιασάμενος.
また、彼が結婚に関して作り出した敬意と友情、そして強固さについては、時間が証人である。 なぜなら、二百三十年の間、夫が妻を棄てることも、妻が夫との共同生活を去ることも、誰もあえてしなかったからである。 むしろ、ギリシア人において極めて異例な悪行を働いた者が、最初の父殺しや母殺しの名を挙げることができるように、ローマ人は誰もが、カルウィリウス・スポリウスが子供ができないことを理由に最初に妻を離縁したことを知っている。
§6.4τῷ δὲ τοσούτῳ χρόνῳ συμμαρτυρεῖ καὶ τὰ ἔργα.
このこれほど長い時間に対して、実際の事績もまた証言している。
καὶ γὰρ ἀρχῆς ἐκοινώνησαν οἱ βασιλεῖς, καὶ πολιτείας τὰ γένη διὰ τὴν ἐπιγαμίαν ἐκείνην ἀπὸ δὲ τῶν Θησέως γάμων Ἀθηναίοις φιλικὸν μὲν οὐδὲν οὐδὲ κοινωνικὸν ὑπῆρξε πρὸς οὐδένα συμβόλαιον, ἔχθραι δὲ καὶ πόλεμοι καὶ φόνοι πολιτῶν καὶ τέλος Ἀφίδνας ἀπολέσαι καὶ μόλις ὑπʼ οἴκτου τῶν πολεμίων, προσκυνήσαντας καὶ θεοὺς ἀνειπόντας, μὴ παθεῖν ἃ Τρῶες ἔπαθον διʼ Ἀλέξανδρον.
というのも、あの通婚によって、王たちは支配権を共有し、氏族たちは国政を共有したからである。 これに対して、テセウスの結婚からは、アテナイ人にとって誰とも友好的な、あるいは協力的な契約関係は生じず、むしろ敵意と戦争と市民の殺戮が生じ、最後にはアフィドナイが失われ、平伏して敵を神々と呼び称え、敵の憐れみによって、トロイア人がアレクサンドロスのせいで被ったような惨禍を被ることを辛うじて免れた。
§6.5ἡ μέντοι μήτηρ ἡ Θησέως οὐκ ἐκινδύνευσεν, ἀλλʼ ἔπαθε τὰ τῆς Ἑκάβης, ἐγκαταλιπόντος καὶ προεμένου τοῦ παιδός, εἴγε μὴ πέπλασται τὰ τῆς αἰχμαλωσίας, ὡς ἔδει γε καὶ τοῦτο ψεῦδος εἶναι καὶ τὰ πλεῖστα τῶν ἄλλων, ἐπεὶ καὶ τὰ περὶ τοῦ θείου μυθολογούμενα πολλὴν ποιεῖ διαφοράν.
しかしながら、テセウスの母親は捕虜の危険にさらされただけでなく、むしろヘカベと同様の惨めな境遇を被った。 彼女の息子が彼女を見捨てて見放したからである。 もし彼女が捕虜となった話が創作でないとすればであるが。 もっとも、このことも他の多くのことと同様に、偽りであるべきなのだが。 というのも、神的な事柄に関して語られる神話もまた、大きな相違を生み出すからである。
Ῥωμύλῳ μὲν γὰρ ἡ σωτηρία μετὰ πολλῆς ὑπῆρξε θεῶν εὐμενείας, ὁ δʼ Αἰγεῖ δοθεὶς χρησμός, ἀπέχεσθαι γυναικὸς ἐπὶ ξένης, ἔοικεν ἀποφαίνειν παρὰ γνώμην θεῶν γεγονέναι τὴν Θησέως τέκνωσιν.
ロムルスにとっては、その生存は神々の大いなる好意を伴って実現したが、アイゲウスに与えられた「異郷の地で女性と交わることを控えよ」という神託は、テセウスの誕生が神々の意志に反して生じたことを示しているように思われる。