Humanitext Reader

エウリピデス · アウリスのイピゲネイア §957-1031

アキレウスの激怒とイフィゲネイア救出の助言

12 / 19 箇所 · ギリシア語

要旨

アキレウスは、自身の名が勝手に婚礼の口実として使われたことへの怒りを露わにし、イフィゲネイアの救出を固く誓い、クリュタイムネストラに対してまずはアガメムノンを説得するよう促し、不調に終わった場合の自らの支援を約束する。

§957ὃς ὀλίγʼ ἀληθῆ, πολλὰ δὲ ψευδῆ λέγει §958τυχών, ὅταν δὲ μὴ τύχῃ, διοίχεται;
[アキレウス]当たりさえすれば、真実はわずかで、嘘ばかりを並べ立て、[アキレウス]外れれば消え去ってしまうような(男を)な。
§959οὐ τῶν γάμων ἕκατι — μυρίαι κόραι
[アキレウス]このことを言ったのは、婚礼のためではない。
§960θηρῶσι λέκτρον τοὐμόν — εἴρηται τόδε·
――私の床を求める乙女は無数にいるのだから。
§961ἀλλʼ ὕβριν ἐς ἡμᾶς ὕβρισʼ Ἀγαμέμνων ἄναξ.
―― [アキレウス]そうではなく、アガメムノン王が私に対して傲慢な侮辱を働いたからだ。
§962χρῆν δʼ αὐτὸν αἰτεῖν τοὐμὸν ὄνομʼ ἐμοῦ πάρα, §963θήραμα παιδός·
[アキレウス]彼は娘をおびき寄せる獲物とするために、私から私の名前を使う許可を求めるべきであった。
ἡ Κλυταιμήστρα δʼ ἐμοὶ §964μάλιστʼ ἐπείσθη θυγατέρʼ ἐκδοῦναι πόσει.
クリュタイムネストラは、[アキレウス]夫に娘を差し出すことに、私によって最も説得されたのだから。
§965ἔδωκά τἂν Ἕλλησιν, εἰ πρὸς Ἴλιον §966ἐν τῷδʼ ἔκαμνε νόστος·
[アキレウス]もしイリオンへの帰還がこれで滞るのであるなら、私はギリシア人のためにそれを許したであろう。
οὐκ ἠρνούμεθʼ ἂν §967τὸ κοινὸν αὔξειν ὧν μέτʼ ἐστρατευόμην.
ともに戦う者たちの[アキレウス]共通の利益を高めることを、私は拒まなかったであろう。
§968νῦν δʼ οὐδέν εἰμι, παρὰ δὲ τοῖς στρατηλάταις §969ἐν εὐμαρεῖ με δρᾶν τε καὶ μὴ δρᾶν κακῶς.
[アキレウス]しかし今、私は無きものとされ、将軍たちの間で、[アキレウス]私をひどく扱うことも扱わないことも容易なこととされている。
§970τάχʼ εἴσεται σίδηρος, ὃν πρὶν ἐς Φρύγας
[アキレウス]もし誰かがあなたの娘を私から奪い去ろうとするなら、剣がすぐに知ることになるだろう。
§971ἐλθεῖν, φόνου κηλῖσιν αἵματι χρανῶ, §972εἴ τίς με τὴν σὴν θυγατέρʼ ἐξαιρήσεται.
それをフリュギア人の地へ[アキレウス]行く前に、私は殺戮の汚れである血で染めるだろう。
§973ἀλλʼ ἡσύχαζε·
[アキレウス]だから安心しなさい。
θεὸς ἐγὼ πέφηνά σοι
私はあなたにとって最も偉大な神として現れたのだ。
§974μέγιστος, οὐκ ὤν· ἀλλʼ ὅμως γενήσομαι.
[アキレウス]実際にはそうではないが、しかし、そうなって見せよう。
§975ἔλεξας, ὦ παῖ Πηλέως, σοῦ τʼ ἄξια §976καὶ τῆς ἐναλίας δαίμονος, σεμνῆς θεοῦ.
[コーラス]ペレウスの御子よ、あなたはご自身にふさわしく、[コーラス]また海の精たる尊き女神にふさわしいことを語られました。
§977φεῦ· §977aπῶς ἄν σʼ ἐπαινέσαιμι μὴ λίαν λόγοις, §978μηδʼ ἐνδεὴς τοῦδʼ ἀπολέσαιμι τὴν χάριν;
[クリュタイムネストラ]ああ、[クリュタイムネストラ]言葉であなたを過度に褒めることなく、[クリュタイムネストラ]またそれに欠けて感謝の心を損なうことのないようにするには、どうすればよいでしょう。
§979αἰνούμενοι γὰρ οἱ ἀγαθοὶ τρόπον τινὰ §980μισοῦσι τοὺς αἰνοῦντας, ἢν αἰνῶσʼ ἄγαν. §981αἰσχύνομαι δὲ παραφέρουσʼ οἰκτροὺς λόγους, §982ἰδίᾳ νοσοῦσα· σὺ δʼ ἄνοσος κακῶν ἐμῶν. §983ἀλλʼ οὖν ἔχει τοι σχῆμα, κἂν ἄπωθεν ᾖ §984ἀνὴρ ὁ χρηστός, δυστυχοῦντας ὠφελεῖν. §985οἴκτιρε δʼ ἡμᾶς· οἰκτρὰ γὰρ πεπόνθαμεν· §986ἣ πρῶτα μέν σε γαμβρὸν οἰηθεῖσʼ ἔχειν, §987κενὴν κατέσχον ἐλπίδʼ· εἶτά σοι τάχα §988ὄρνις γένοιτʼ ἂν τοῖσι μέλλουσιν γάμοις §989θανοῦσʼ ἐμὴ παῖς, ὅ σε φυλάξασθαι χρεών. §990ἀλλʼ εὖ μὲν ἀρχὰς εἶπας, εὖ δὲ καὶ τέλη· §991σοῦ γὰρ θέλοντος παῖς ἐμὴ σωθήσεται. §992βούλῃ νιν ἱκέτιν σὸν περιπτύξαι γόνυ; §993ἀπαρθένευτα μὲν τάδʼ· εἰ δέ σοι δοκεῖ, §994ἥξει, διʼ αἰδοῦς ὄμμʼ ἔχουσʼ ἐλεύθερον. §995εἰ δʼ οὐ παρούσης ταὐτὰ τεύξομαι σέθεν, §996μενέτω κατʼ οἴκους· σεμνὰ γὰρ σεμνύνεται. §997ὅμως δʼ ὅσον γε δυνατὸν αἰδεῖσθαι χρεών. §998σὺ μήτε σὴν παῖδʼ ἔξαγʼ ὄψιν εἰς ἐμήν, §999μήτʼ εἰς ὄνειδος ἀμαθὲς ἔλθωμεν, γύναι· §1000στρατὸς γὰρ ἀθρόος, ἀργὸς ὢν τῶν οἴκοθεν, §1001λέσχας πονηρὰς καὶ κακοστόμους φιλεῖ.
[クリュタイムネストラ]優れた人々は、過度に褒められると、ある意味で[アキレウス]軍勢は一堂に会し、故郷の仕事から解放されて退屈しており、[アキレウス]邪悪で口汚い噂話を好むものですから。
§1002πάντως δέ μʼ ἱκετεύοντέ θʼ ἥξετʼ εἰς ἴσον, §1003εἴ τʼ ἀνικέτευτος·
[アキレウス]とにかく、私にすがるにせよすがらないにせよ、結果は同じことです。
εἷς ἐμοὶ γάρ ἐστʼ ἀγὼν §1004μέγιστος ὑμᾶς ἐξαπαλλάξαι κακῶν.
[アキレウス]あなた方を災いから救い出すことこそが、私にとって唯一最大の闘いなのですから。
§1005ὡς ἕν γʼ ἀκούσασʼ ἴσθι, μὴ ψευδῶς μʼ ἐρεῖν·
[アキレウス]これだけは聞いて知っておいてください、私は嘘を言わないということを。
§1006ψευδῆ λέγων δὲ καὶ μάτην ἐγκερτομῶν, §1007θάνοιμι·
[アキレウス]もし嘘を言っていたずらにあなたを愚弄するなら、私は死んでもよい。
μὴ θάνοιμι δʼ, ἢν σῴσω κόρην.
[アキレウス]だが娘を救い出せるなら、死なずにすむように。
§1008ὄναιο συνεχῶς δυστυχοῦντας ὠφελῶν.
[クリュタイムネストラ]不幸な人々を絶えず助けることで、あなたに幸いがありますように。
§1009ἄκουε δή νυν, ἵνα τὸ πρᾶγμʼ ἔχῃ καλῶς.
[アキレウス]では、事態がうまく運ぶように、私の言うことを聞きなさい。
§1010τί τοῦτʼ ἔλεξας;
[クリュタイムネストラ]何を語られるのですか。
ὡς ἀκουστέον γέ σου.
どのようにあなたの言うことを聞くべきでしょう。
§1011πειθώμεθʼ αὖτις πατέρα βέλτιον φρονεῖν.
[アキレウス]再び、父親がより良い考えを抱くよう説得しましょう。
§1012κακός τίς ἐστι καὶ λίαν ταρβεῖ στρατόν.
[クリュタイムネストラ]彼は臆病者で、軍勢を過度に恐れています。
§1013ἀλλʼ οἱ λόγοι γε καταπαλαίουσιν λόγους.
[アキレウス]しかし、言葉こそが言葉をねじ伏せるのです。
§1014ψυχρὰ μὲν ἐλπίς·
[クリュタイムネストラ]冷ややかな希望ですね。
ὅ τι δὲ χρή με δρᾶν φράσον.
しかし、私が何をなすべきか告げてください。
§1015ἱκέτευʼ ἐκεῖνον πρῶτα μὴ κτείνειν τέκνα·
[アキレウス]まず彼に、子を殺さないよう哀願しなさい。
§1016ἢν δʼ ἀντιβαίνῃ, πρὸς ἐμέ σοι πορευτέον.
[アキレウス]もし彼が反対するなら、私のところへ来なさい。
§1017ᾗ γὰρ τὸ χρῇζον ἐπίθετʼ, οὐ τοὐμὸν χρεὼν
[アキレウス]もし彼があなたの望むことに従うなら、私が出る必要はありません。
§1018χωρεῖν· ἔχει γὰρ αὐτὸ τὴν σωτηρίαν.
[アキレウス]それ自体が救いをもたらすのですから。
§1019κἀγώ τʼ ἀμείνων πρὸς φίλον γενήσομαι, §1020στρατός τʼ ἂν οὐ μέμψαιτό μʼ, εἰ τὰ πράγματα §1021λελογισμένως πράσσοιμι μᾶλλον ἢ σθένει.
[アキレウス]そうすれば私も友人に対して角が立ちませんし、[アキレウス]力づくではなく理を尽くして事を行えば、[アキレウス]軍勢も私を非難しないでしょう。
§1022καλῶς δὲ κρανθέντων πρὸς ἡδονὴν φίλοις §1023σοί τʼ ἂν γένοιτο κἂν ἐμοῦ χωρὶς τάδε.
[アキレウス]事がうまく運んで、友人たちも喜ぶなら、[アキレウス]私抜きでもあなたにとって望ましい結果となるでしょう。
§1024ὡς σώφρονʼ εἶπας.
[クリュタイムネストラ]なんと賢明なお言葉でしょう。
δραστέον δʼ ἅ σοι δοκεῖ.
あなたの思われる通りにいたしましょう。
§1025ἢν δʼ αὖ τι μὴ πράσσωμεν ὧν ἐγὼ θέλω, §1026ποῦ σʼ αὖθις ὀψόμεσθα, ποῦ;
[クリュタイムネストラ]しかし、もし私の望むことが何一つ果たされないなら、[クリュタイムネストラ]今度はどこであなたに会えばよいのでしょう、どこで?
χρή μʼ ἀθλίαν §1027ἐλθοῦσαν εὑρεῖν σὴν χέρʼ ἐπίκουρον κακῶν;
不幸な私は、[クリュタイムネストラ]災いから救ってくれるあなたの手を求めて、どこへ行けばよいのでしょう。
§1028ἡμεῖς σε φύλακες οὗ χρεὼν φυλάξομεν, §1029μή τίς σʼ ἴδῃ στείχουσαν ἐπτοημένην §1030Δαναῶν διʼ ὄχλου·
[アキレウス]私たちがしかるべき場所であなたを護衛しましょう、[アキレウス]あなたが取り乱してダナオス人の人混みの中を歩き、誰かに見られることのないように。
μηδὲ πατρῷον δόμον §1031αἴσχυνʼ·
[アキレウス]また、父祖の家を辱めてはなりません。
ὁ γάρ τοι Τυνδάρεως οὐκ ἄξιος
テュンダレオスは[アキレウス](侮辱に)値しないお方なのだから。

語釈・文法注

  1. 957τυχών — 動詞 `τυγχάνω` のアオリスト能動態分詞(単数主格男性)。「たまたま当たる」「偶然成功する」の意。予言者がまれに予言を的中させることを指し、直後の接続法節 `ὅταν δὲ μὴ τύχῃ`(外れるとき)との対比により、その不確実性を皮肉る文脈で使われている。
  2. 962ἡ Κλυταιμήστρα δʼ ἐμοὶ μάλιστʼ ἐπείσθη θυγατέρʼ ἐκδοῦναι πόσει — 与格の `ἐμοὶ` は、受動態動詞 `ἐπείσθη`(`πείθω` のアオリスト受動態)の与格補語で、「私によって説得された」「私の言うことを聞き入れた」の意。文脈上、アキレウス(の名声)が婚礼の口実として使われたからこそ、クリュタイムネストラは喜んで娘を嫁がせることに合意した、という事実を指している。
  3. 965ἔδωκά τἂν ... εἰ πρὸς Ἴλιον ἐν τῷδʼ ἔκαμνε νόστος — `ἔδωκά τἂν` は `ἔδωκα τοι ἄν` の縮約。`εἰ ... ἔκαμνε`(直説法未完了過去)とともに過去の事実に反する条件文(反実仮想)を構成する。`ἔκαμνε`(`κάμνω`)は「滞る」「疲弊する」の意で、遠征軍のトロイアへの航行・帰還(`νόστος`)がアキレウスの名前を使用することに依存して停滞していたならば、彼は喜んでその名を提供したであろう、という仮定を示す。
  4. 977aπῶς ἄν σʼ ἐπαινέσαιμι μὴ λίαν λόγοις, / μηδʼ ἐνδεὴς τοῦδʼ ἀπολέσαιμι τὴν χάριν — 2つの希求法(`ἐπαινέσαιμι` と `ἀπολέσαιμι`)が助辞 `ἄν` と結合し、可能性を表す独立文を構成している。さらに否定辞 `μή` を伴う条件的分詞 `μὴ λίαν`(過度ではなく)および `μηδʼ ἐνδεὴς`(不十分でもなく)が並置されており、「過剰な称賛によって相手に嫌われることもなく、かといって称賛が足りずに好意を失うこともないようにするには、どうすればよいか」というクリュタイムネストラの葛藤を慎重に表現している。
  5. 1017ᾗ γὰρ τὸ χρῇζον ἐπίθετʼ, οὐ τοὐμὸν χρεὼν / χωρεῖν — `ᾗ` は手段・方法の与格(副詞的)。`τὸ χρῇζον` は「必要とされること」または「あなたの願望」を指す名詞句。`ἐπίθετο` は `ἐπιπείθομαι` のアオリスト中動態3人称単数形(「従う」)。「もし彼(アガメムノン)があなたの望みに従うなら」の意となり、直後の `οὐ τοὐμὸν χρεὼν χωρεῖν`(私の行動が進む必要はない=私が出る幕はない)へ論理的につながる。

この箇所を引用する

エウリピデス, アウリスのイピゲネイア §957-1031. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0006.tlg018.humanitext-grc2:957-1031

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。