Humanitext Reader

エウリピデス · ヘレネ §1429-1535

婚礼の準備とヘレネたちの脱出の知らせ

18 / 20 箇所 · ギリシア語

要旨

テオクリュメノス王がヘレネとの結婚準備を急がせ、ヘレネとメネラオスが神々に祈る中、合唱隊はヘレネの帰国を祝う歌を歌う。その後、使者が現れてヘレネとメネラオスが王から与えられた船を乗っ取って逃亡したことを報告し、その船出の様子を語り始める。

§1429ἀλλʼ εἶα· τοὺς μὲν Πελοπιδῶν ἐῶ νόμους·
テオクリュメノス:さあ、ペロプスの一族の慣習など、私は気にしないでおこう。
§1430καθαρὰ γὰρ ἡμῖν δώματʼ·
なぜなら、我が館は清らかだからだ。
οὐ γὰρ ἐνθάδε §1431ψυχὴν ἀφῆκε Μενέλεως·
ここではメネラオスが息を引き取ったわけではないのだから。
ἴτω δέ τις §1432φράσων ὑπάρχοις τοῖς ἐμοῖς φέρειν γάμων §1433ἀγάλματʼ οἴκους εἰς ἐμούς·
誰か行って、私の部下たちに、婚礼の祝いの品々を我が館へと運ぶよう命じよ。
πᾶσαν δὲ χρὴ §1434γαῖαν βοᾶσθαι μακαρίαις ὑμνῳδίαις §1435ὑμέναιον Ἑλένης κἀμόν, ὡς ζηλωτὸς ᾖ.
また、すべての大地が、祝福に満ちた歌声で響き渡らねばならぬ、ヘレネと私の婚礼の歌で。 それが羨まれるものとなるように。
§1436σὺ δʼ, ὦ ξένʼ, ἐλθών, πελαγίους ἐς ἀγκάλας §1437τῷ τῆσδε πρίν ποτʼ ὄντι δοὺς πόσει τάδε, §1438πάλιν πρὸς οἴκους σπεῦδʼ ἐμὴν δάμαρτʼ ἔχων,
そして異邦人よ、お前は行って、海の懐へとこの者の、かつての夫であった者にこれらを与えたなら、私の妻を伴って、急いで館へと戻ってこい。
§1439ὡς τοὺς γάμους τοὺς τῆσδε συνδαίσας ἐμοὶ §1440στέλλῃ πρὸς οἴκους ἢ μένων εὐδαιμονῇς.
お前がこの者との婚礼を私と共に祝い、故郷へと送り出されるか、あるいはここに留まって幸福に暮らせるように。
§1441ὦ Ζεῦ, πατήρ τε καὶ σοφὸς κλῄζῃ θεός,
ヘレネ:ゼウスよ、あなたは父とも賢き神とも呼ばれます。
§1442βλέψον πρὸς ἡμᾶς καὶ μετάστησον κακῶν.
私たちを顧みて、不幸から私たちを救い出してください。
§1443ἕλκουσι δʼ ἡμῖν πρὸς λέπας τὰς συμφορὰς §1444σπουδῇ σύναψαι·
災厄を岩山に向かって引きずり上げている私たちを、急いで手助けしてください。
κἂν ἄκρᾳ θίγῃς χερί, §1445ἥξομεν ἵνʼ ἐλθεῖν βουλόμεσθα τῆς τύχης.
あなたが指先だけでも触れてくだされば、私たちは運命の、望むべき場所へと到達できるでしょう。
§1446ἅλις δὲ μόχθων οὓς ἐμοχθοῦμεν πάρος.
私たちがこれまで耐えてきた苦難は、もう十分です。
§1447κέκλησθέ μοι, θεοί, πολλά χρήσθʼ ἐμοῦ κλύειν §1448καὶ λύπρʼ·
神々よ、あなた方は私から多くの良き言葉も、また辛い言葉も聞いてこられました。
ὀφείλω δʼ οὐκ ἀεὶ πράσσειν κακῶς, §1449ὀρθῷ δὲ βῆναι ποδί·
しかし、私は永遠に不幸でいるべきではなく、まっすぐに歩むべきなのです。
μίαν δέ μοι χάριν §1450δόντες τὸ λοιπὸν εὐτυχῆ με θήσετε.
私に一つの恵みを与えてくださるなら、これからの私を幸せにしてくださることでしょう。
§1451Φοίνισσα Σιδωνιὰς ὦ §1452ταχεῖα κώπα, ῥοθίοισι μάτηρ §1453εἰρεσίας φίλα, §1454χοραγὲ τῶν καλλιχόρων §1455δελφίνων, ὅταν αὔραις §1456πέλαγος ἀνήνεμον ᾖ, §1457γλαυκὰ δὲ Πόντου θυγάτηρ §1458Γαλάνεια τάδʼ εἴπῃ·
コーラス:おお、フェニキアのシドンの素早き櫂よ、波しぶきをあげる櫂漕ぎの親愛なる母よ、美しき舞いを踊るイルカたちの先導者よ、そよ風によって海が風もなく穏やかであり、海の青き娘であるガレネイア(平穏)がこう語りかけるとき。
§1459κατὰ μὲν ἱστία πετάσατʼ αὔ- §1460ραις λιπόντες εἰναλίαις, §1461λάβετε δʼ εἰλατίνας πλάτας, §1462ὦ ναῦται, ναῦται, §1463πέμποντες εὐλιμένους §1464Περσείων οἴκων Ἑλέναν ἐπʼ ἀκτάς.
「帆を広げて、海のそよ風に委ね、樅の木の櫂を手にするのだ、船乗りたちよ、船乗りたちよ、港の整ったペルセウスの館の岸辺へとヘレネを送り届けながら。
§1465ἦ που κόρας ἂν ποταμοῦ §1466παρʼ οἶδμα Λευκιππίδας ἢ πρὸ ναοῦ §1467Παλλάδος ἂν λάβοις §1468χρόνῳ ξυνελθοῦσα χοροῖς §1469ἢ κώμοις Ὑακίνθου §1470νύχιον ἐς εὐφροσύναν,
」きっとお前は、川の波間の傍らでレウキッポスの娘たちを、あるいはパラス(アテナ)の神殿の前で見出すだろう、久しぶりに合唱の舞いに加わり、あるいはヒアキントスの祭りの祝宴に、夜の歓楽へと。
§1471ὃν ἐξαμιλλησάμενος §1472τροχῷ τέρμονα δίσκου §1473ἔκανε Φοῖβος, τᾷ Λακαί- §1474νᾳ γᾷ βούθυτον ἁμέραν·
彼を、競い合って円盤の円環によってフォイボス(アポロン)は死に至らしめ、ラコニアの土地に牛を犠牲にする祝日をもたらしたのだ。
§1475ὁ Διὸς δʼ εἶπε σέβειν γόνος·
ゼウスの息子はその日を崇めるよう命じた。
§1476μόσχον θʼ, ἃν οἴκοις §1476aἔλειπες, Ἑρμιόναν,
そして、お前が館に残してきた若い娘(子牛)ヘルミオネをも。
§1477ἇς οὔπω πεῦκαι πρὸ γάμων ἔλαμψαν.
彼女の婚礼の松明は、まだ灯されてはいないのだから。
§1478διʼ ἀέρος εἴθε ποτανοὶ
空を飛んで、鳥となれたらよいのに。
§1479γενοίμεσθʼ ᾇ Λιβύας §1480οἰωνοὶ στοχάδες §1481ὄμβρον λιποῦσαι χειμέριον §1482νίσονται πρεσβυτάτᾳ §1483σύριγγι πειθόμεναι §1485ποιμένος, ὃς ἄβροχα πεδία καρποφόρα τε γᾶς §1486ἐπιπετόμενος ἰαχεῖ.
リビアの群れなす鳥たちが、冬の雨を逃れて、最も年長の(先導する)牧人の笛の音に従い、湿り気のない、実り豊かな大地の平野の上を、飛び回りながら笛を響かせる。
§1487ὦ πταναὶ δολιχαύχενες, §1488σύννομοι νεφέων δρόμου, §1489βᾶτε Πλειάδας ὑπὸ μέσας §1490ὠρίωνά τʼ ἐννύχιον·
おお、長い首を持つ翼あるものたちよ、雲の旅路を共にするものたちよ、プレアデス星団のただ中を通り、夜のオリオンをくぐり抜けて行け。
§1491καρύξατʼ ἀγγελίαν, §1492Εὐρώταν ἐφεζόμεναι, §1493Μενέλεως ὅτι Δαρδάνου §1494πόλιν ἑλὼν δόμον ἥξει.
そして知らせを告げよ、エウロタス川のほとりに舞い降りて、メネラオスがダルダノス(トロイア)の都を陥落させ、帰館するであろうと。
§1495μόλοιτέ ποθʼ ἵππιον οἶμον §1496διʼ αἰθέρος ἱέμενοι §1497παῖδες Τυνδαρίδαι, §1498λαμπρῶν ἄστρων ὑπʼ ἀέλλαισιν·
かつて馬の道(天路)を天を急ぎ進む、トゥンダレオスの子ら(ディオスクロイ)よ、輝く星々の嵐(きらめき)の下を。
§1499οἳ ναίετʼ οὐράνιοι, §1500σωτῆρες τᾶς Ἑλένας, §1501γλαυκὸν ἔπιτʼ οἶδμα κυανόχροά τε κυμάτων §1502ῥόθια πολιὰ θαλάσσας, §1503ναύταις εὐαεῖς ἀνέμων §1505πέμποντες Διόθεν πνοάς·
天に住まう者たち、ヘレネの救い手よ、青き波間へと、そして波の暗く白いしぶきの上へと来たり、船乗りたちに、心地よき風を、ゼウスからの息吹を送りたまえ。
§1506δύσκλειαν δʼ ἀπὸ συγγόνου §1507βάλετε βαρβάρων λεχέων,
そしてお前たちの姉妹から不名誉を異国の者との婚姻による不名誉を払い去りたまえ。
§1508ἃν Ἰδαίων ἐρίδων §1509ποιναθεῖσʼ ἐκτήσατο, γᾶν §1510οὐκ ἐλθοῦσά ποτʼ Ἰλίου §1511Φοιβείους ἐπὶ πύργους.
イダイオス(パリス)との争いの報いとして彼女は得たのだ、イリオンの地、フォイボスの塔へと一度も赴くことなしに。
§1512ἄναξ, τὰ κάκιστʼ ἐν δόμοις εὑρήκαμεν·
使者:王よ、私たちは館にて最悪の事態を見出しました。
§1513ὡς καίνʼ ἀκούσῃ πήματʼ ἐξ ἐμοῦ τάχα.
あなたが私から、新たな災いを聞くことになるのは間違いありません。
§1514τί δʼ ἔστιν;
テオクリュメノス:何事だ?
§1514bἄλλης ἐκπόνει μνηστεύματα §1515γυναικός·
使者:他の女を口説くための骨折りをなさるがよい。
Ἑλένη γὰρ βέβηκʼ ἔξω χθονός.
ヘレネはこの地を去ったのですから。
§1516πτεροῖσιν ἀρθεῖσʼ ἢ πεδοστιβεῖ ποδί;
テオクリュメノス:翼で飛び立ったのか、それとも大地を踏む足でか?
§1517Μενέλαος αὐτὴν ἐκπεπόρθμευται χθονός, §1518ὃς αὐτὸς αὑτὸν ἦλθεν ἀγγέλλων θανεῖν.
使者:メネラオスが、彼女をこの地から船で連れ去ったのです、自分自身の死を告げるために現れた、あの男が。
§1519ὦ δεινὰ λέξας·
テオクリュメノス:何と恐ろしいことを言うのだ。
τίς δέ νιν ναυκληρία §1520ἐκ τῆσδʼ ἀπῆρε χθονός;
どのような船乗りが彼女をこの地から連れ去ったのだ?
ἄπιστα γὰρ λέγεις.
信じがたい話だ。
§1521ἥν γε ξένῳ δίδως σύ·
使者:他ならぬあなたがその異邦人に与えた船です。
τούς τε σοὺς ἔχων §1522ναύτας βέβηκεν, ὡς ἂν ἐν βραχεῖ μάθῃς.
彼はあなたの水夫たちを従えて去ったのです、手短にお分かりいただけるように申しますなら。
§1523πῶς;
テオクリュメノス:いかにしてだ?
εἰδέναι πρόθυμος·
私は知りたい。
οὐ γὰρ ἐλπίδων §1524ἔσω βέβηκα μίαν ὑπερδραμεῖν χέρα §1525τοσούσδε ναύτας, ὧν ἀπεστάλης μέτα.
これほど多くの水夫たちを、お前が共に送り出したのに、たった一人の手が凌駕しうるとは思わなかったからだ。
§1526ἐπεὶ λιποῦσα τούσδε βασιλείους δόμους §1527ἡ τοῦ Διὸς παῖς πρὸς θάλασσαν ἐστάλη §1528σοφώταθʼ ἁβρὸν πόδα τιθεῖσʼ ἀνέστενε §1529πόσιν πέλας παρόντα κοὐ τεθνηκότα.
使者:ゼウスの娘(ヘレネ)がこの王宮を離れて海へと向かって進み出たとき、実に巧妙にしとやかな足取りで歩みながら、傍らに生きて共にいる夫のために、嘆くふりをなさいました。
§1530ὡς δʼ ἤλθομεν σῶν περίβολον νεωρίων, §1531Σιδωνίαν ναῦν πρωτόπλουν καθείλκομεν
私たちがあなたの造船所の囲いへと至ったとき、私たちは処女航海となるシドンの船を海へと下ろしました。
§1532ζυγῶν τε πεντήκοντα κἀρετμῶν μέτρα §1533ἔχουσαν.
それは五十の座席と、それにふさわしい備えていました。
ἔργου δʼ ἔργον ἐξημείβετο·
そして次々と仕事が交わされました。
§1534ὃ μὲν γὰρ ἱστόν, ὃ δὲ πλάτην καθίσατο §1535ταρσόν τε χειρί, λευκά θʼ ἱστίʼ εἰς ἓν ἦν
ある者はマストを据え、ある者は櫂を、またある者は手元に櫂の翼(ブレード)を整え、白い帆は一つに束ねられていました。

語釈・文法注

  1. 1432φράσων — 未来能動態分詞で、主節の動詞 ἴτω(行け)に対して目的「伝えるために」を表す。
  2. 1445τῆς τύχης — 関係副詞 ἵνα(〜の場所に)を制限する部分属格。「運命の中で私たちが到達したいと望むその場所へ至るだろう」という文脈を示す。
  3. 1476μόσχον — 若い娘を子牛に喩えた比喩的表現で、直後の Ἑρμιόναν(ヘルミオネ)と同格関係にある。関係節 ἃν ... ἔλειπες(残してきた)によって修飾されている。
  4. 1528σοφώτατα — 最上級の副詞として分詞 τιθεῖσα(足を運びながら)を修飾する。ヘレネが悲しんでいるふりをしながら、実際には逃亡の計画を静かに進めているという、意図的な欺瞞の態度を強調する。

この箇所を引用する

エウリピデス, ヘレネ §1429-1535. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0006.tlg014.humanitext-grc2:1429-1535

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。