§8.95.1αἱ δὲ τῶν Πελοποννησίων νῆες παραπλεύσασαι καὶ περιβαλοῦσαι Σούνιον ὁρμίζονται μεταξὺ Θορικοῦ τε καὶ Πρασιῶν, ὕστερον δὲ ἀφικνοῦνται ἐς Ὠρωπόν.
ペロポネソス側の船は、沿って航行してスニオン岬を回り、トリコスとプラシアイの間に錨を下ろし、その後オロポスに到着した。
§8.95.2Ἀθηναῖοι δὲ κατὰ τάχος καὶ ἀξυγκροτήτοις πληρώμασιν ἀναγκασθέντες χρήσασθαι, οἷα πόλεώς τε στασιαζούσης καὶ περὶ τοῦ μεγίστου ἐν τάχει βουλόμενοι βοηθῆσαι (Εὔβοια γὰρ αὐτοῖς ἀποκεκλῃμένης τῆς Ἀττικῆς πάντα ἦν), πέμπουσι Θυμοχάρη στρατηγὸν καὶ ναῦς ἐς Ἐρετρίαν,
一方、アテナイ人は、都市が内紛状態にあり、かつ最も重要な地域を急速に救出することを望んでいたため(というのも、アッティカが陸路遮断されている今、エウボイアこそ彼らにとってのすべてだったからである)、急遽、訓練されていない乗組員を使用することを余儀なくされ、将軍ティモカレスと船をエレトリアへと派遣した。
§8.95.3ὧν ἀφικομένων ξὺν ταῖς πρότερον ἐν Εὐβοίᾳ οὔσαις ἓξ καὶ τριάκοντα ἐγένοντο.
これらが到着すると、以前からエウボイアにいた六隻と合わせて、計三十六隻になった。
καὶ εὐθὺς ναυμαχεῖν ἠναγκάζοντο·
そして、彼らは直ちに海戦を交えることを余儀なくされた。
ὁ γὰρ Ἀγησανδρίδας ἀριστοποιησάμενος ἐκ τοῦ Ὠρωποῦ ἀνήγαγε τὰς ναῦς·
ハゲサンドリダスがオロポスで昼食を済ませてから船を出航させたからである。
ἀπέχει δὲ μάλιστα ὁ Ὠρωπὸς τῆς τῶν Ἐρετριῶν πόλεως θαλάσσης μέτρον ἑξήκοντα σταδίους.
なお、オロポスはエレトリアの町から海路でおよそ六十スタディオン隔たっている。
§8.95.4ὡς οὖν ἐπέπλει, εὐθὺς ἐπλήρουν καὶ οἱ Ἀθηναῖοι τὰς ναῦς, οἰόμενοι σφίσι παρὰ ταῖς ναυσὶ τοὺς στρατιώτας εἶναι·
敵が向かってくると、アテナイ人も即座に船に人員を満たしたが、彼らは兵たちが船のそばに待機しているものと思い込んでいた。
οἱ δὲ ἔτυχον οὐκ ἐκ τῆς ἀγορᾶς ἄριστον ἐπισιτιζόμενοι (οὐδὲν γὰρ ἐπωλεῖτο ἀπὸ προνοίας τῶν Ἐρετριῶν), ἀλλ’ ἐκ τῶν ἐπ’ ἔσχατα τοῦ ἄστεως οἰκιῶν, ὅπως σχολῇ πληρουμένων φθάσειαν οἱ πολέμιοι προσπεσόντες καὶ ἐξαναγκάσειαν τοὺς Ἀθηναίους οὕτως ὅπως τύχοιεν ἀνάγεσθαι.
しかし、兵たちは市場から昼食用の食料を調達していたのではなく(エレトリア人の意図的な計画により、市場には何も売られていなかったからである)、町の端にある家々から調達していた。 それは、アテナイ人が船員を集めるのに手間取っている間に、敵が先んじて不意に襲いかかり、アテナイ人に準備も整わないまま出港せざるを得なくするためであった。
σημεῖον δὲ αὐτοῖς ἐς τὸν Ὠρωπὸν ἐκ τῆς Ἐρετρίας, ὁπότε χρὴ ἀνάγεσθαι, ἤρθη.
そして、出航すべき時を示す信号が、エレトリアからオロポスの敵に向けて掲げられた。
§8.95.5διὰ τοιαύτης δὴ παρασκευῆς οἱ Ἀθηναῖοι ἀναγαγόμενοι καὶ ναυμαχήσαντες ὑπὲρ τοῦ λιμένος τῶν Ἐρετριῶν ὀλίγον μέν τινα χρόνον ὅμως καὶ ἀντέσχον, ἔπειτα ἐς φυγὴν τραπόμενοι καταδιώκονται ἐς τὴν γῆν.
このような準備の状態でアテナイ人は出航し、エレトリアの港の前で海戦を交えた。 しばらくの間は持ちこたえたものの、その後敗走し、陸地へと追い詰められた。
§8.95.6καὶ ὅσοι μὲν αὐτῶν πρὸς τὴν πόλιν τῶν Ἐρετριῶν ὡς φιλίαν καταφεύγουσι, χαλεπώτατα ἔπραξαν φονευόμενοι ὑπ’ αὐτῶν·
そして、彼らのうちエレトリアの町を友好的な場所だと思ってそこへ逃げ込んだ者たちは、エレトリア人によって虐殺され、最も悲惨な最期を遂げた。
οἳ δὲ ἐς τὸ τείχισμα τὸ ἐν τῇ Ἐρετρίᾳ, ὃ εἶχον αὐτοί, περιγίγνονται καὶ ὅσαι ἐς Χαλκίδα ἀφικνοῦνται τῶν νεῶν.
一方、エレトリアにある自分たち自身が保持していた砦に逃げ込んだ者たち、およびカルキスに到着した船は助かった。
§8.95.7λαβόντες δὲ οἱ Πελοποννήσιοι δύο καὶ εἴκοσι ναῦς τῶν Ἀθηναίων καὶ ἄνδρας τοὺς μὲν ἀποκτείναντες, τοὺς δὲ ζωγρήσαντες τροπαῖον ἔστησαν.
ペロポネソス人はアテナイの船二十二隻を拿捕し、兵たちのうちある者を殺し、ある者を捕虜として、記念碑を建てた。
καὶ ὕστερον οὐ πολλῷ Εὔβοιάν [τε] ἅπασαν ἀποστήσαντες πλὴν Ὠρεοῦ (ταύτην δὲ αὐτοὶ Ἀθηναῖοι εἶχον) καὶ τἆλλα τὰ περὶ αὐτὴν καθίσταντο.
そして間もなく、オレオス(ここだけはアテナイ人自身が保持していた)を除くエウボイア全土を離反させ、その周辺の諸事を整えた。