§8.93.1τῇ δ’ ὑστεραίᾳ οἱ μὲν τετρακόσιοι ἐς τὸ βουλευτήριον ὅμως καὶ τεθορυβημένοι ξυνελέγοντο·
翌日、四百人会は動揺しつつも、とにかく評議場へと集まった。
οἱ δ’ ἐν τῷ Πειραιεῖ ὁπλῖται τόν τε Ἀλεξικλέα ὃν ξυνέλαβον ἀφέντες καὶ τὸ τείχισμα καθελόντες ἐς τὸ πρὸς τῇ Μουνιχίᾳ Διονυσιακὸν θέατρον ἐλθόντες καὶ θέμενοι τὰ ὅπλα ἐξεκλησίασαν, καὶ δόξαν αὐτοῖς εὐθὺς ἐχώρουν ἐς τὸ ἄστυ καὶ ἔθεντο αὖ ἐν τῷ Ἀνακείῳ τὰ ὅπλα.
一方、ピライエウスの重装歩兵たちは、捕らえていたアレクシクレスを釈放し、城壁を破壊した上で、ムニキアの近くにあるディオニュソス劇場へと向かい、武器を置いて集会を開いた。 そして決議の上、直ちに市内へと行進し、再びアナケイオンに武器を置いた。
§8.93.2ἐλθόντες δὲ ἀπὸ τῶν τετρακοσίων τινὲς ᾑρημένοι πρὸς αὐτοὺς ἀνὴρ ἀνδρὶ διελέγοντό τε καὶ ἔπειθον οὓς ἴδοιεν ἀνθρώπους ἐπιεικεῖς αὐτούς τε ἡσυχάζειν καὶ τοὺς ἄλλους παρακατέχειν, λέγοντες τούς τε πεντακισχιλίους ἀποφανεῖν, καὶ ἐκ τούτων ἐν μέρει ᾗ ἂν τοῖς πεντακισχιλίοις δοκῇ τοὺς τετρακοσίους ἔσεσθαι, τέως δὲ τὴν πόλιν μηδενὶ τρόπῳ διαφθείρειν μηδ’ ἐς τοὺς πολεμίους ἀνῶσαι.
そこへ、四百人会から選出されて派遣された一部の者たちがやって来て、兵士たちに個別に語りかけ、彼らが見かけた穏健な人々を説得して、彼ら自身が平静を保ち、他の者たちをも制止するように促した。 彼らが言うには、五千人会を公表するつもりであり、四百人会はその中から交代で、かつ五千人会が承認する方法で構成されることになる、それまでの間は、いかなる方法によっても国家を破滅させず、敵の手に引き渡してはならない、ということであった。
§8.93.3τὸ δὲ πᾶν πλῆθος τῶν ὁπλιτῶν ἀπὸ πολλῶν καὶ πρὸς πολλοὺς λόγων γιγνομένων ἠπιώτερον ἦν ἢ πρότερον καὶ ἐφοβεῖτο μάλιστα περὶ τοῦ παντὸς πολιτικοῦ·
多くの者たちの間で議論が交わされた結果、重装歩兵の全群衆は以前よりも穏やかになり、何よりも国家体制全体の安泰を心配するようになった。
ξυνεχώρησάν τε ὥστε ἐς ἡμέραν ῥητὴν ἐκκλησίαν ποιῆσαι ἐν τῷ Διονυσίῳ περὶ ὁμονοίας.
そして彼らは、指定された日に、和合について話し合うための集会をディオニュソス劇場で開くことに合意した。