§8.90.1οἱ δὲ τῶν τετρακοσίων μάλιστα ἐναντίοι ὄντες τῷ τοιούτῳ εἴδει καὶ προεστῶτες Φρύνιχός τε, ὃς καὶ στρατηγήσας ἐν τῇ Σάμῳ [ποτὲ] τῷ Ἀλκιβιάδῃ τότε διηνέχθη, καὶ Ἀρίσταρχος, ἀνὴρ ἐν τοῖς μάλιστα καὶ ἐκ πλείστου ἐναντίος τῷ δήμῳ, καὶ Πείσανδρος καὶ Ἀντιφῶν καὶ ἄλλοι οἱ δυνατώτατοι, πρότερόν τε, ἐπεὶ τάχιστα κατέστησαν καὶ ἐπειδὴ τὰ ἐν τῇ Σάμῳ σφῶν ἐς δημοκρατίαν ἀπέστη, πρέσβεις τε ἀπέστελλον σφῶν ἐς τὴν Λακεδαίμονα καὶ τὴν ὁμολογίαν προυθυμοῦντο καὶ τὸ ἐν τῇ Ἠετιωνείᾳ καλουμένῃ τεῖχος ἐποιοῦντο, πολλῷ τε μᾶλλον ἔτι, ἐπειδὴ καὶ οἱ ἐκ τῆς Σάμου πρέσβεις σφῶν ἦλθον, ὁρῶντες τούς τε πολλοὺς καὶ σφῶν τοὺς δοκοῦντας πρότερον πιστοὺς εἶναι μεταβαλλομένους.
一方、四百人政府の中でこのような傾向に最も反対し、かつその指導的立場にあったフリュニコス(彼はかつてサモスで将軍を務めていた際、当時アルキビアデスと対立した人物である)や、何よりも、そして最も古くから民衆に敵対的であった男であるアリスタルコス、さらにはペイサンドロス、アンティポン、およびその他の極めて有力な者たちは、以前にも、彼らが政権を樹立するやいなや、またサモスの自軍が民主制へと離反したとき、自分たちの使節をラケダイモンへ派遣し、協定を熱心に進め、エエティオネイアと呼ばれる場所の城壁を建設しつつあったが、サモスからの彼らの使節が戻ってきたときには、一般の多くの人々や、以前は忠実と思われていた自分たちの仲間が心変わりしつつあるのを見て、今やなおいっそう強くそうした行動に走った。
§8.90.2καὶ ἀπέστειλαν μὲν Ἀντιφῶντα καὶ Φρύνιχον καὶ ἄλλους δέκα κατὰ τάχος, φοβούμενοι καὶ τὰ αὐτοῦ καὶ τὰ ἐκ τῆς Σάμου, ἐπιστείλαντες παντὶ τρόπῳ ὅστις καὶ ὁπωσοῦν ἀνεκτὸς ξυναλλαγῆναι πρὸς τοὺς Λακεδαιμονίους,
そして彼らは、国内の情勢とサモスの情勢の双方を恐れ、アンティポンとフリュニコス、および他の十名を急ぎ派遣し、どのような方法であれ多少なりとも受け入れ可能な条件でラケダイモン人と和解するよう指示した。
§8.90.3ᾠκοδόμουν δὲ ἔτι προθυμότερον τὸ ἐν τῇ Ἠετιωνείᾳ τεῖχος.
また彼らは、エエティオネイアの城壁をさらに熱心に建設した。
ἦν δὲ τοῦ τείχους ἡ γνώμη αὕτη, ὡς ἔφη Θηραμένης καὶ οἱ μετ’ αὐτοῦ, οὐχ ἵνα τοὺς ἐν Σάμῳ, ἢν βίᾳ ἐπιπλέωσι, μὴ δέξωνται ἐς τὸν Πειραιᾶ, ἀλλ’ ἵνα τοὺς πολεμίους μᾶλλον, ὅταν βούλωνται, καὶ ναυσὶ καὶ πεζῷ δέξωνται.
その城壁の意図は、テラメネスとその一派の主張によれば、サモスの軍勢が力づくで入港しようとしたときに彼らをペイライエウスに入れないようにするためではなく、むしろ彼らが望むときにはいつでも、敵を海陸両方から迎え入れるためであった。
§8.90.4χηλὴ γάρ ἐστι τοῦ Πειραιῶς ἡ Ἠετιωνεία, καὶ παρ’ αὐτὴν εὐθὺς ὁ ἔσπλους ἐστίν.
というのも、エエティオネイアはペイライエウスの突堤であり、そのすぐ脇が入港路になっているからである。
ἐτειχίζετο οὖν οὕτω ξὺν τῷ πρότερον πρὸς ἤπειρον ὑπάρχοντι τείχει, ὥστε καθεζομένων ἐς αὐτὸ ἀνθρώπων ὀλίγων ἄρχειν τοῦ ἔσπλου·
したがって、それは以前から陸側(内陸側)にあった既存の城壁と連結するように築かれており、少数の人間がそこに立て籠もるだけで入港路を支配できるようになっていた。
ἐπ’ αὐτὸν γὰρ τὸν ἐπὶ τῷ στόματι τοῦ λιμένος στενοῦ ὄντος τὸν ἕτερον πύργον ἐτελεύτα τό τε παλαιὸν τὸ πρὸς ἤπειρον καὶ τὸ ἐντὸς τὸ καινὸν τεῖχος τειχιζόμενον πρὸς θάλασσαν.
なぜなら、狭い港の入り口にあるまさに一方の塔において、陸側の古い壁と、海側に新しく築かれつつある内側の新しい壁の両方が合流して終わっていたからである。
§8.90.5διῳκοδόμησαν δὲ καὶ στοάν, ἥπερ ἦν μεγίστη καὶ ἐγγύτατα τούτου εὐθὺς ἐχομένη ἐν τῷ Πειραιεῖ, καὶ ἦρχον αὐτοὶ αὐτῆς, ἐς ἣν καὶ τὸν σῖτον ἠνάγκαζον πάντας τὸν ὑπάρχοντά τε καὶ τὸν ἐσπλέοντα ἐξαιρεῖσθαι καὶ ἐντεῦθεν προαιροῦντας πωλεῖν.
さらに彼らは、ペイライエウスで最大であり、この城壁にすぐ隣接している一棟の柱廊を仕切って建てて、自分たちでそれを支配し、現在ある穀物も港に入ってくる穀物もすべてそこへ陸揚げすることを全員に強制し、そこから取り出して販売するようにさせた。