Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §8.74.1-8.74.3

凯雷亚斯的逃离与向萨摩斯的夸大汇报

第 882 段,共 917 段 · 希腊语

内容简介

萨摩斯人和士兵在不知晓雅典寡头政变的情况下,派“帕拉洛斯号”和凯雷亚斯前去报告。凯雷亚斯抵达雅典后目睹了四百人政府的暴政,设法逃回萨摩斯,并向士兵们极力夸大和渲染雅典的恐怖局势。

§8.74.1τὴν δὲ Πάραλον ναῦν καὶ Χαιρέαν ἐπ’ αὐτῆς τὸν Ἀρχεστράτου, ἄνδρα Ἀθηναῖον, γενόμενον ἐς τὴν μετάστασιν πρόθυμον, ἀποπέμπουσιν οἵ τε Σάμιοι καὶ οἱ στρατιῶται κατὰ τάχος ἐς τὰς Ἀθήνας ἀπαγγελοῦντα τὰ γεγενημένα· οὐ γὰρ ᾔδεσάν πω τοὺς τετρακοσίους ἄρχοντας.
萨摩斯人和士兵们急忙将“帕拉洛斯号”战船以及船上的雅典人、阿尔克斯特拉托斯之子凯雷亚斯(此人对政变表现得十分积极)送往雅典,以报告所发生的事情;因为他们当时还不知道四百人政府已经执政。
§8.74.2καὶ καταπλευσάντων αὐτῶν εὐθέως τῶν μὲν Παράλων τινὰς οἱ τετρακόσιοι δύο ἢ τρεῖς ἔδησαν, τοὺς δὲ ἄλλους ἀφελόμενοι τὴν ναῦν καὶ μετεμβιβάσαντες ἐς ἄλλην στρατιῶτιν ναῦν ἔταξαν φρουρεῖν περὶ Εὔβοιαν.
他们一抵港,四百人政府立即将“帕拉洛斯号”上的两三名船员逮捕入狱,并夺走了其余众人的船只,将他们转移到另一艘运兵船上,派去防守优波亚一带。
§8.74.3ὁ δὲ Χαιρέας εὐθὺς διαλαθών πως, ὡς εἶδε τὰ παρόντα, πάλιν ἐς τὴν Σάμον ἐλθὼν ἀγγέλλει τοῖς στρατιώταις ἐπὶ τὸ μεῖζον πάντα δεινώσας τὰ ἐκ τῶν Ἀθηνῶν, ὡς πληγαῖς τε πάντας ζημιοῦσι καὶ ἀντειπεῖν ἔστιν οὐδὲν πρὸς τοὺς ἔχοντας τὴν πολιτείαν, καὶ ὅτι αὐτῶν καὶ γυναῖκες καὶ παῖδες ὑβρίζονται, καὶ διανοοῦνται, ὁπόσοι ἐν Σάμῳ στρατεύονται μὴ ὄντες τῆς σφετέρας γνώμης, τούτων πάντων τοὺς προσήκοντας λαβόντες εἴρξειν, ἵνα, ἢν μὴ ὑπακούσωσι, τεθνήκωσιν· καὶ ἄλλα πολλὰ ἐπικαταψευδόμενος ἔλεγεν.
但是凯雷亚斯一看到眼前的景象,便设法立刻溜走,重新回到萨摩斯,向士兵们报告,并把来自雅典的一切消息都极度夸大并描绘得极其恐怖:声称他们用鞭笞惩罚每一个人,对于掌权者无法提出任何异议,兵士们自己的妻子儿女正遭受凌辱,而且他们计划对于在萨摩斯服役且不赞同他们意图的所有人,逮捕并关押他们的亲属,以便在他们不服从时将其处死;此外,他还编造了许多其他谎言。

词汇与语法注释

  1. §8.74.1γενόμενον ἐς τὴν μετάστασιν πρόθυμον — γενόμενον 是修饰 ἄνδρα Ἀθηναῖον 的分词。在这种语境下,名词 μετάστασις(变革、政变)指的是萨摩斯最近反对寡头政权的民主派运动,表明他对民主派的事业持积极支持态度。
  2. §8.74.3ἐπὶ τὸ μεῖζον πάντα δεινώσας — 分词 δεινώσας(使之可怕、夸大)与介词短语 ἐπὶ τὸ μεῖζον(向更大程度)结合,表示“以极度夸大和最恐怖的方式描绘一切”。
  3. §8.74.3ὡς πληγαῖς τε πάντας ζημιοῦσι... καὶ ὅτι αὐτῶν... καὶ διανοοῦνται... — 这是一个复杂的间接引语结构,引导词从连词 ὡς 切换到 ὅτι,随后在动词 διανοοῦνται 之后引入了带不定式的宾格句(τούτων πάντων τοὺς προσήκοντας λαβόντες εἴρξειν),展示了间接陈述句法的流转变化。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §8.74.1-8.74.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.74.1-8.74.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。