§8.69.1ἐπειδὴ δὲ ἡ ἐκκλησία οὐδενὸς ἀντειπόντος, ἀλλὰ κυρώσασα ταῦτα διελύθη, τοὺς τετρακοσίους ἤδη ὕστερον τρόπῳ τοιῷδε ἐς τὸ βουλευτήριον ἐσήγαγον.
民会が誰も異議を唱えることなくこれらを承認して解散すると、その後ただちに彼らは四百人を次のような方法で評議所へと入らせた。
ἦσαν [δ᾽] Ἀθηναῖοι πάντες αἰεὶ οἱ μὲν ἐπὶ τείχει, οἱ δ’ ἐν τάξει, τῶν ἐν Δεκελείᾳ πολεμίων ἕνεκα ἐφ’ ὅπλοις·
アテナイ人はみな常に、デケレイアの敵に備えて、ある者は城壁に、ある者は陣列に、武装してついていた。
§8.69.2τῇ οὖν ἡμέρᾳ ἐκείνῃ τοὺς μὲν μὴ ξυνειδότας εἴασαν ὥσπερ εἰώθεσαν ἀπελθεῖν, τοῖς δ’ ἐν τῇ ξυνωμοσίᾳ εἴρητο ἡσυχῇ μὴ ἐπ’ αὐτοῖς τοῖς ὅπλοις, ἀλλ’ ἄπωθεν περιμένειν, καὶ ἤν τις ἐνιστῆται τοῖς ποιουμένοις, λαβόντας τὰ ὅπλα μὴ ἐπιτρέπειν.
それゆえその日、彼らは事情を知らない者たちについては、いつものように立ち去るに任せたが、陰謀に加わっている者たちに対しては、武器の置かれているまさにその場所ではなく、少し離れたところで静かに待機し、もし行われていることに誰かが反対するならば、武器を取ってそれを阻止するようにと、あらかじめ命令が下されていた。
§8.69.3ἦσαν δὲ καὶ Ἄνδριοι καὶ Τήνιοι καὶ Καρυστίων τριακόσιοι καὶ Αἰγινητῶν τῶν ἐποίκων, οὓς Ἀθηναῖοι ἔπεμψαν οἰκήσοντας, ἐπ’ αὐτὸ τοῦτο ἥκοντες ἐν τοῖς ἑαυτῶν ὅπλοις, οἷς ταὐτὰ προείρητο.
また、アンドロス人、テノス人、カルストス人三百人、そしてアテナイ人が入植のために送り出したアイギナの入植者たちも、まさにこの目的のために自らの武器を携えてやって来ており、彼らにも同じ命令があらかじめ下されていた。
§8.69.4τούτων δὲ διατεταγμένων οὕτως ἐλθόντες οἱ τετρακόσιοι μετὰ ξιφιδίου ἀφανοῦς ἕκαστος, καὶ οἱ εἴκοσι καὶ ἑκατὸν μετ’ αὐτῶν [Ἕλληνες ] νεανίσκοι, οἷς ἐχρῶντο εἴ τί που δέοι χειρουργεῖν, ἐπέστησαν τοῖς ἀπὸ τοῦ κυάμου βουλευταῖς οὖσιν ἐν τῷ βουλευτηρίῳ καὶ εἶπον αὐτοῖς ἐξιέναι λαβοῦσι τὸν μισθόν·
これらがこのように配置されたのち、四百人はそれぞれ隠し短剣を帯びて現れ、もし何か実力行使が必要な場合に備えて彼らが使っていた百二十人の若者たちを伴って、評議所にいた、豆の抽選で選ばれた評議員たちの前に立ち、残りの手当を受け取って退去するように告げた。
ἔφερον δὲ αὐτοῖς τοῦ ὑπολοίπου χρόνου παντὸς αὐτοὶ καὶ ἐξιοῦσιν ἐδίδοσαν.
彼らは任期の残りの全期間に対する手当を自ら持参しており、退去する彼らにそれを手渡した。