§8.63.1ἐν τούτῳ δὲ οἱ Χῖοί τε θαλασσοκράτορες μᾶλλον ἐγένοντο καὶ οἱ ἐν τῇ Μιλήτῳ καὶ ὁ Ἀστύοχος πυθόμενος τὰ περὶ τῆς ναυμαχίας καὶ τὸν Στρομβιχίδην καὶ τὰς ναῦς ἀπεληλυθότα ἐθάρσησεν.
この間に、キオス人たちは海上でより優勢になり、ミレトスにいる者たちとアステュオコスは、海戦の顛末と、ストロンビキデスと船団が去ったことを聞いて自信を得た。
§8.63.2καὶ παραπλεύσας δυοῖν νεοῖν Ἀστύοχος ἐς Χίον κομίζει αὐτόθεν τὰς ναῦς καὶ ξυμπάσαις ἤδη ἐπίπλουν ποιεῖται ἐπὶ τὴν Σάμον·
アステュオコスは2隻の船で沿岸を航行してキオスに行き、そこから船団を率いて、いまや全船団でサモスに対して出撃した。
καὶ ὡς αὐτῷ διὰ τὸ ἀλλήλοις ὑπόπτως ἔχειν οὐκ ἀντανήγοντο, ἀπέπλευσε πάλιν ἐς τὴν Μίλητον.
しかし、サモスの人々は互いに不信感を抱いていたために彼を迎え撃とうと船を出さなかったので、彼は再びミレトスへと帰航した。
§8.63.3ὑπὸ γὰρ τοῦτον τὸν χρόνον καὶ ἔτι πρότερον ἡ ἐν ταῖς Ἀθήναις δημοκρατία κατελέλυτο.
というのも、この時期、およびそれよりさらに前から、アテナイの民主政は打倒されていたからである。
ἐπειδὴ γὰρ οἱ περὶ τὸν Πείσανδρον πρέσβεις παρὰ τοῦ Τισσαφέρνους ἐς τὴν Σάμον ἦλθον, τά τε ἐν αὐτῷ τῷ στρατεύματι ἔτι βεβαιότερον κατέλαβον καὶ αὐτῶν τῶν Σαμίων προυτρέψαντο τοὺς δυνατωτάτους ὥστε πειρᾶσθαι μετὰ σφῶν ὀλιγαρχηθῆναι, καίπερ ἐπαναστάντας αὐτοὺς ἀλλήλοις ἵνα μὴ ὀλιγαρχῶνται·
ペイサンドロスら使節たちがティッサペルネスのもとからサモスに到着したとき、彼らは軍自体における支配をいっそう強固なものにし、またサモス人自身のなかの有力者たちに対しても、寡頭政にならないようにと互いに蜂起したばかりであったにもかかわらず、自分たちとともに寡頭政を試みるようにと促した。
§8.63.4καὶ ἐν σφίσιν αὐτοῖς ἅμα οἱ ἐν τῇ Σάμῳ τῶν Ἀθηναίων κοινολογούμενοι ἐσκέψαντο Ἀλκιβιάδην μέν, ἐπειδήπερ οὐ βούλεται, ἐᾶν (καὶ γὰρ οὐκ ἐπιτήδειον αὐτὸν εἶναι ἐς ὀλιγαρχίαν ἐλθεῖν), αὐτοὺς δὲ ἐπὶ σφῶν αὐτῶν, ὡς ἤδη καὶ κινδυνεύοντας, ὁρᾶν ὅτῳ τρόπῳ μὴ ἀνεθήσεται τὰ πράγματα, καὶ τὰ τοῦ πολέμου ἅμα ἀντέχειν καὶ ἐσφέρειν αὐτοὺς ἐκ τῶν ἰδίων οἴκων προθύμως χρήματα καὶ ἤν τι ἄλλο δέῃ, ὡς οὐκέτι ἄλλοις ἢ σφίσιν αὐτοῖς ταλαιπωροῦντας.
同時に、サモスにいるアテナイ人たちは自分たちの間で協議し、アルキビアデスについては、彼が望んでいない以上、(彼は寡頭政に参画するのには適さない人物でもあるので)そのままにしておくこと、しかし自分たち自身については、いまや自らも危険に直面しているのだから、事態が崩壊しないようにいかなる手段をとるべきか配慮すること、そして同時に戦争を耐え抜き、もはや他人のためではなく自分たちのために苦労しているのだと考えて、私財から資金やその他必要となるあらゆるものを熱心に拠出することを決定した。