§8.37.1‘ξυνθῆκαι Λακεδαιμονίων καὶ τῶν ξυμμάχων πρὸς βασιλέα Δαρεῖον καὶ τοὺς παῖδας τοὺς βασιλέως καὶ Τισσαφέρνην, σπονδὰς εἶναι καὶ φιλίαν κατὰ τάδε.
‘ラケダイモン人およびその同盟国と、ダレイオス王、王の子ら、およびティッサフェルネスとの間の条約。 以下の条件に従って講和と友好関係が存在するものとする。
§8.37.2ὁπόση χώρα καὶ πόλεις βασιλέως εἰσὶ Δαρείου ἢ τοῦ πατρὸς ἦσαν ἢ τῶν προγόνων, ἐπὶ ταύτας μὴ ἰέναι ἐπὶ πολέμῳ μηδὲ κακῷ μηδενὶ μήτε Λακεδαιμονίους μήτε τοὺς ξυμμάχους τοὺς Λακεδαιμονίων, μηδὲ φόρους πράσσεσθαι ἐκ τῶν πόλεων τούτων μήτε Λακεδαιμονίους μήτε τοὺς ξυμμάχους τοὺς Λακεδαιμονίων·
ダレイオス王の領土、あるいはその父や先祖の領土であったすべての土地および都市について、ラケダイモン人もラケダイモン人の同盟国も、これらを攻撃(戦争または何らかの害意をもって侵入)してはならず、またラケダイモン人もラケダイモン人の同盟国も、これらの都市から貢納金を徴収してはならない。
μηδὲ Δαρεῖον βασιλέα μηδὲ ὧν βασιλεὺς ἄρχει ἐπὶ Λακεδαιμονίους μηδὲ τοὺς ξυμμάχους ἰέναι ἐπὶ πολέμῳ μηδὲ κακῷ μηδενί.
また、ダレイオス王も王の支配下にある人々も、ラケダイモン人またはその同盟国を攻撃(戦争または何らかの害意をもって侵入)してはならない。
§8.37.3ἢν δέ τι δέωνται Λακεδαιμόνιοι ἢ οἱ ξύμμαχοι βασιλέως ἢ βασιλεὺς Λακεδαιμονίων ἢ τῶν ξυμμάχων, ὅτι ἂν πείθωσιν ἀλλήλους, τοῦτο ποιοῦσι καλῶς ἔχειν.
また、もしラケダイモン人かその同盟国が王に対して、あるいは王がラケダイモン人かその同盟国に対して何かを求める場合、互いに説得して合意することは何であれ、これを行うことは有効とされる。
§8.37.4τὸν δὲ πόλεμον τὸν πρὸς Ἀθηναίους καὶ τοὺς ξυμμάχους κοινῇ ἀμφοτέρους πολεμεῖν·
また、アテナイ人およびその同盟国に対する戦争は、両者が共同で戦うものとする。
ἢν δὲ κατάλυσιν ποιῶνται, κοινῇ ἀμφοτέρους ποιεῖσθαι.
また、もし彼らが停戦(講和)を行う場合は、両者が共同で行うものとする。
ὁπόση δ’ ἂν στρατιὰ ἐν τῇ χώρᾳ τῇ βασιλέως ᾖ μεταπεμψαμένου βασιλέως, τὴν δαπάνην βασιλέα παρέχειν.
また、王が招集したことによって王の領土内に滞在する軍隊がどれほどあろうとも、その費用は王が提供するものとする。
§8.37.5ἢν δέ τις τῶν πόλεων ὁπόσαι ξυνέθεντο βασιλεῖ ἐπὶ τὴν βασιλέως ἴῃ χώραν, τοὺς ἄλλους κωλύειν καὶ ἀμύνειν βασιλεῖ κατὰ τὸ δυνατόν·
また、もし王と条約を結んだ諸都市のいずれかが王の領土を攻撃する場合、他の者たちはこれを阻止し、可能な限り王を救援しなければならない。
καὶ ἤν τις τῶν ἐν τῇ βασιλέως χώρᾳ ἢ ὅσης βασιλεὺς ἄρχει ἐπὶ τὴν Λακεδαιμονίων ἴῃ ἢ τῶν ξυμμάχων, βασιλεὺς κωλυέτω καὶ ἀμυνέτω κατὰ τὸ δυνατόν.
また、もし王の領土、あるいは王が支配する地域の住民のいずれかが、ラケダイモン人またはその同盟国の領土を攻撃する場合、王はこれを阻止し、可能な限り救援しなければならない。
’
’