§8.32.1ὄντος δ’ αὐτοῦ ἐνταῦθα Λεσβίων ἀφικνοῦνται πρέσβεις βουλόμενοι αὖθις ἀποστῆναι·
アステュオコスがそこに滞在していると、レスボス人たちから、再び離反することを望む使節が到着した。
καὶ αὐτὸν μὲν πείθουσιν, ὡς δ’ οἵ τε Κορίνθιοι καὶ οἱ ἄλλοι ξύμμαχοι ἀπρόθυμοι ἦσαν διὰ τὸ πρότερον σφάλμα, ἄρας ἔπλει ἐπὶ τῆς Χίου.
そして、彼らはアステュオコスを説得したものの、コリントス人や他の同盟国は以前の失敗のために乗り気ではなかったので、彼は出航してキオスへと向かった。
καὶ χειμασθεισῶν τῶν νεῶν ὕστερον ἀφικνοῦνται ἄλλαι ἄλλοθεν ἐς τὴν Χίον.
その後、船が嵐に遭ったため、一部の船が別々の場所からキオスに散り散りに到着した。
§8.32.2καὶ μετὰ τοῦτο Πεδάριτος, τότε παριὼν πεζῇ ἐκ τῆς Μιλήτου, γενόμενος ἐν Ἐρυθραῖς διαπεραιοῦται αὐτός τε καὶ ἡ στρατιὰ ἐς Χίον·
この後、当時ミレトスから陸路で向かっていたペダリトスが、エリュトライに到着し、彼自身と軍勢がキオスへと渡った。
ὑπῆρχον δὲ αὐτῷ καὶ ἐκ τῶν πέντε νεῶν στρατιῶται ὑπὸ Χαλκιδέως ἐς πεντακοσίους ξὺν ὅπλοις καταλειφθέντες.
彼にはまた、カルキデウスによって残されていた五隻の船の乗組員からなる、武装した約五百人の兵士たちが配下として存在していた。
§8.32.3ἐπαγγελλομένων δέ τινων Λεσβίων τὴν ἀπόστασιν, προσφέρει τῷ τε Πεδαρίτῳ καὶ τοῖς Χίοις ὁ Ἀστύοχος τὸν λόγον ὡς χρὴ παραγενομένους ταῖς ναυσὶν ἀποστῆσαι τὴν λέσβον·
一部のレスボス人が離反を申し出ていたため、アステュオコスはペダリトスとキオス人に、船を率いて現地に向かい、レスボスを離反させるべきだという提案を持ちかけた。
ἢ γὰρ ξυμμάχους πλείους σφᾶς ἕξειν, ἢ τοὺς Ἀθηναίους, ἤν τι σφάλλωνται,κακώσειν.
そうすれば、自分たちの同盟国を増やすことができるか、あるいはアテナイ人に、彼らが何らかの過ちを犯した際に打撃を与えることができるから、というのである。
οἱ δ᾽ οὐκ ἐσήκουον, οὐδὲ τὰς ναῦς ὁ Πεδάριτος ἔφη τῶν Χίων αὐτῷ προήσειν.
しかし彼らは耳を貸さず、ペダリトスもキオス人の船をアステュオコスに委ねることはしないと言った。