§8.21.1ἐγένετο δὲ κατὰ τὸν χρόνον τοῦτον καὶ ἡ ἐν Σάμῳ ἐπανάστασις ὑπὸ τοῦ δήμου τοῖς δυνατοῖς μετὰ Ἀθηναίων, οἳ ἔτυχον ἐν τρισὶ ναυσὶ παρόντες.
また、この時期にサモスにおいて、たまたま3隻の船で居合わせていたアテネ人たちとともに、民衆による有力者たちに対する蜂起が起こった。
καὶ ὁ δῆμος ὁ Σαμίων ἐς διακοσίους μέν τινας τοὺς πάντας τῶν δυνατωτάτων ἀπέκτεινε, τετρακοσίους δὲ φυγῇ ζημιώσαντες καὶ αὐτοὶ τὴν γῆν αὐτῶν καὶ οἰκίας νειμάμενοι, Ἀθηναίων τε σφίσιν αὐτονομίαν μετὰ ταῦτα ὡς βεβαίοις ἤδη ψηφισαμένων, τὰ λοιπὰ διῴκουν τὴν πόλιν, καὶ τοῖς γεωμόροις μετεδίδοσαν οὔτε ἄλλου οὐδενὸς οὔτε ἐκδοῦναι οὐδ’ ἀγαγέσθαι παρ’ ἐκείνων οὐδ’ ἐς ἐκείνους οὐδενὶ ἔτι τοῦ δήμου ἐξῆν.
サモスの民衆は、最も有力な者たちのうち総数でおよそ二百人を殺害し、四百人を追放刑に処し、自ら彼らの土地と家を分配した。 そしてアテネ人が、彼らをすでに信頼できる者とみなして、その後に自主独立を議決して認めると、民衆はそれ以外の点において市を治め、ゲオモロイには他のいかなる権利も分け与えず、民衆の誰にとっても、彼らから妻を娶ることも彼らへ娘を嫁がせることも、もはや許されなかった。