§8.19.1ἡ μὲν ξυμμαχία αὕτη ἐγένετο·
この同盟は(このように)成立した。
μετὰ δὲ ταῦτα οἱ Χῖοι εὐθὺς δέκα ἑτέρας πληρώσαντες ναῦς ἔπλευσαν ἐς Ἄναια, βουλόμενοι περί τε τῶν ἐν Μιλήτῳ πυθέσθαι καὶ τὰς πόλεις ἅμα ἀφιστάναι.
その後、キオス人たちは直ちに別の十隻の船を艤装してアナイアへ航行した。 それはミレトスの状況について尋ね知ると同時に、諸都市を離反させることを望んでのことであった。
§8.19.2καὶ ἐλθούσης παρὰ Χαλκιδέως ἀγγελίας αὐτοῖς ἀποπλεῖν πάλιν, καὶ ὅτι Ἀμόργης παρέσται κατὰ γῆν στρατιᾷ, ἔπλευσαν ἐς Διὸς ἱερόν·
そして、ハルキデウスから、引き返すようにということ、およびアモルゲスが陸路軍勢を率いて到着する予定であるという知らせが彼らに届くと、彼らはゼウスの神殿へと航行した。
καὶ καθορῶσιν ἑκκαίδεκα ναῦς, ἃς ὕστερον ἔτι Θρασυκλέους Διομέδων ἔχων ἀπ’ Ἀθηνῶν προσέπλει.
そこで彼らは十六隻の船を目撃したが、それは、後にトラシュクレスに加えてさらにディオメドンがアテナイから率いて近づいてきた船であった。
§8.19.3καὶ ὡς εἶδον, ἔφευγον μιᾷ μὲν νηὶ ἐς Ἔφεσον, αἱ δὲ λοιπαὶ ἐπὶ τῆς Τέω.
そして彼らはこれを見ると、一隻の船はエフェソスへ、残りの船はテオスに向けて逃走した。
καὶ τέσσαρας μὲν κενὰς οἱ Ἀθηναῖοι λαμβάνουσι τῶν ἀνδρῶν ἐς τὴν γῆν φθασάντων·
そして、乗組員たちが陸地へと先んじて逃げ去ったため、アテナイ人は空の船四隻を捕らえた。
αἱ δ’ ἄλλαι ἐς τὴν Τηίων πόλιν καταφεύγουσιν.
残りの船はテオス人の都市へと逃げ込んだ。
§8.19.4καὶ οἱ μὲν Ἀθηναῖοι ἐπὶ τῆς Σάμου ἀπέπλευσαν, οἱ δὲ Χῖοι ταῖς λοιπαῖς ναυσὶν ἀναγαγόμενοι καὶ ὁ πεζὸς μετ’ αὐτῶν Λέβεδον ἀπέστησαν καὶ αὖθις Αἱράς.
そして、アテナイ人はサモスに向けて出帆し、キオス人は残りの船で出港し、彼らと共にいた陸上部隊も加わって、レベドスを離反させ、次いでハイライを離反させた。
καὶ μετὰ τοῦτο ἕκαστοι ἐπ’ οἴκου ἀπεκομίσθησαν, καὶ ὁ πεζὸς καὶ αἱ νῆες.
その後、陸上部隊も船も、それぞれ帰路についた。