§8.14.1ὁ δὲ Χαλκιδεὺς καὶ ὁ Ἀλκιβιάδης πλέοντες ὅσοις τε ἐπιτύχοιεν ξυνελάμβανον τοῦ μὴ ἐξάγγελτοι γενέσθαι, καὶ προσβαλόντες πρῶτον Κωρύκῳ τῆς ἠπείρου καὶ ἀφέντες ἐνταῦθα αὐτοὺς αὐτοὶ μὲν προξυγγενόμενοι τῶν ξυμπρασσόντων Χίων τισὶ καὶ κελευόντων καταπλεῖν μὴ προειπόντας ἐς τὴν πόλιν, ἀφικνοῦνται αἰφνίδιοι τοῖς Χίοις.
一方、ハルキデウスとアルキビアデスは航行中、途中で出くわしたすべての人々を、自分たちのことが暴露されないようにするために捕らえ、まず本土のコリュコスに寄港して彼らをそこに残した。 そして自分たちは、共謀しているキオス人の何人かとあらかじめ接触し、彼らから事前に予告することなく市に入港するように勧められたため、キオス人のもとに突然到着した。
§8.14.2καὶ οἱ μὲν πολλοὶ ἐν θαύματι ἦσαν καὶ ἐκπλήξει· τοῖς δ’ ὀλίγοις παρεσκεύαστο ὥστε βουλήν [τε] τυχεῖν ξυλλεγομένην, καὶ γενομένων λόγων ἀπό τε τοῦ Χαλκιδέως καὶ Ἀλκιβιάδου ὡς ἄλλαι [τε] νῆες πολλαὶ προσπλέουσι καὶ τὰ περὶ τῆς πολιορκίας τῶν ἐν τῷ Σπειραίῳ νεῶν οὐ δηλωσάντων, ἀφίστανται Χῖοι καὶ αὖθις Ἐρυθραῖοι Ἀθηναίων.
そして、民衆の多くは驚きと狼狽のうちにあったが、少数者にとっては、評議会がちょうど招集されている最中であるように手配されていた。 そしてハルキデウスとアルキビアデスが、他の多くの船も向かいつつあると演説し、スパイライオンにおける船の包囲については事実を明かさなかったため、キオス人は、そして次いでエリュトリア人は、アテナイから離反した。
§8.14.3καὶ μετὰ ταῦτα τρισὶ ναυσὶ πλεύσαντες καὶ Κλαζομενὰς ἀφιστᾶσιν.
その後、彼らは三隻の船で航行してクラゾメナイをも離反させた。
διαβάντες τε εὐθὺς οἱ Κλαζομένιοι ἐς τὴν ἤπειρον τὴν Πολίχναν ἐτείχιζον, εἴ τι δέοι, σφίσιν αὐτοῖς ἐκ τῆς νησῖδος ἐν ᾗ οἰκοῦσι πρὸς ἀναχώρησιν.
クラゾメナイの人々はただちに本土へ渡ってポリクナを要塞化したが、これはもし何か必要が生じた場合に、自分たちが居住している島から避難するための場所とするためであった。
καὶ οἱ μὲν ἀφεστῶτες ἐν τειχισμῷ τε πάντες ἦσαν καὶ παρασκευῇ πολέμου·
こうして、離反した者たちはみな要塞の構築と戦争の準備に追われていた。