§7.52.1καὶ ταύτῃ μὲν τῇ ἡμέρᾳ ἀπεχώρησεν ἡ στρατιὰ τῶν Συρακοσίων·
そしてこの日、シラクサ人の軍勢は引き揚げた。
τῇ δ’ ὑστεραίᾳ ταῖς τε ναυσὶν ἐκπλέουσιν οὔσαις ἓξ καὶ ἑβδομήκοντα καὶ τῷ πεζῷ ἅμα πρὸς τὰ τείχη ἐχώρουν.
しかし翌日、彼らは76隻の船で出航するとともに、同時に陸上部隊をも率いて城壁に向かって進軍した。
οἱ δ’ Ἀθηναῖοι ἀντανῆγον ναυσὶν ἓξ καὶ ὀγδοήκοντα καὶ προσμείξαντες ἐναυμάχουν.
アテナイ人も86隻の船でこれを迎撃するために出航し、接近して海戦を交えた。
§7.52.2καὶ τὸν Εὐρυμέδοντα ἔχοντα τὸ δεξιὸν κέρας τῶν Ἀθηναίων καὶ βουλόμενον περικλῄσασθαι τὰς ναῦς τῶν ἐναντίων καὶ ἐπεξάγοντα τῷ πλῷ πρὸς τὴν γῆν μᾶλλον, νικήσαντες οἱ Συρακόσιοι καὶ οἱ ξύμμαχοι τὸ μέσον πρῶτον τῶν Ἀθηναίων ἀπολαμβάνουσι κἀκεῖνον ἐν τῷ κοίλῳ καὶ μυχῷ τοῦ λιμένος καὶ αὐτόν τε διαφθείρουσι καὶ τὰς μετ’ αὐτοῦ ναῦς ἐπισπομένας·
そして、アテナイ軍の右翼を指揮し、敵の船を包囲しようと望んで、進路をより陸地の方へと広げて進んでいたエウリュメドンを、シラクサ人とその同盟軍は、まずアテナイ軍の中央を破ったうえで、港の湾曲した最奥部において退路を断ち、彼自身を戦死させ、彼に従っていた船をも撃沈した。
ἔπειτα δὲ καὶ τὰς πάσας ἤδη ναῦς τῶν Ἀθηναίων κατεδίωκόν τε καὶ ἐξεώθουν ἐς τὴν γῆν.
それから、すでにアテナイ軍の全船を追撃し、陸地へと追い詰めていった。