§7.46.1μετὰ δὲ τοῦτο οἱ μὲν Συρακόσιοι ὡς ἐπὶ ἀπροσδοκήτῳ εὐπραγίᾳ πάλιν αὖ ἀναρρωσθέντες, ὥσπερ καὶ πρότερον, ἐς μὲν Ἀκράγαντα στασιάζοντα πέντε καὶ δέκα ναυσὶ Σικανὸν ἀπέστειλαν, ὅπως ὑπαγάγοιτο τὴν πόλιν, εἰ δύναιτο·
その後、シラクサ人は予期せぬ成功によって再び活力を取り戻し、以前と同様に、内紛状態にあるアクラガスに向けて、もし可能であればその市を味方に引き入れるために、シカノスを十五隻の船とともに派遣した。
Γύλιππος δὲ κατὰ γῆν ἐς τὴν ἄλλην Σικελίαν ᾤχετο αὖθις, ἄξων στρατιὰν ἔτι, ὡς ἐν ἐλπίδι ὢν καὶ τὰ τείχη τῶν Ἀθηναίων αἱρήσειν βίᾳ, ἐπειδὴ τὰ ἐν ταῖς Ἐπιπολαῖς οὕτω ξυνέβη.
他方、ギュリッポスは、エピポライでの出来事がこのように運んだことから、アテナイ人の城壁を力ずくで奪取することさえできるという希望を抱いて、さらに軍勢を率いて戻るために、再び陸路でシケリアのその他の地域へと出発した。