§7.34.1οἱ δὲ Πελοποννήσιοι περὶ τὸν αὐτὸν χρόνον τοῦτον οἱ ἐν ταῖς πέντε καὶ εἴκοσι ναυσίν, οἵπερ τῶν ὁλκάδων ἕνεκα τῆς ἐς Σικελίαν κομιδῆς ἀνθώρμουν πρὸς τὰς ἐν Ναυπάκτῳ ναῦς, παρασκευασάμενοι ὡς ἐπὶ ναυμαχίᾳ καὶ προσπληρώσαντες ἔτι ναῦς ὥστε ὀλίγῳ ἐλάσσους εἶναι αὐτοῖς τῶν Ἀττικῶν νεῶν, ὁρμίζονται κατὰ Ἐρινεὸν τῆς Ἀχαΐας ἐν τῇ Ῥυπικῇ.
一方、ほぼ同じ頃、25隻の船に乗っていたペロポネソス人たちは、シケリアへの貨物船の輸送のために、ナウパクトスにあるアテナイ船に対峙して停泊していたが、海戦に備えて準備を整え、さらに船を増員して、アテナイ側の船よりわずかに少ない程度にまで達した状態で、アカイアのリュピケ地方にあるエリネオスに停泊した。
§7.34.2καὶ αὐτοῖς τοῦ χωρίου μηνοειδοῦς ὄντος ἐφ’ ᾧ ὥρμουν, ὁ μὲν πεζὸς ἑκατέρωθεν προσβεβοηθηκὼς τῶν τε Κορινθίων καὶ τῶν αὐτόθεν ξυμμάχων ἐπὶ ταῖς προανεχούσαις ἄκραις παρετέτακτο, αἱ δὲ νῆες τὸ μεταξὺ εἶχον ἐμφάρξασαι·
彼らが停泊していた場所は半月形になっていたため、陸上軍はコリントス人と現地の同盟軍の双方から両脇から救援に駆けつけて、前方に突き出た岬の上に陣を敷き、船はその間を塞ぐようにして配置された。
ἦρχε δὲ τοῦ ναυτικοῦ Πολυάνθης Κορίνθιος.
艦隊を指揮していたのは、コリントス人のポリュアンテスであった。
§7.34.3οἱ δ’ Ἀθηναῖοι ἐκ τῆς Ναυπάκτου τριάκοντα ναυσὶ καὶ τρισίν (ἦρχε δὲ αὐτῶν Δίφιλος) ἐπέπλευσαν αὐτοῖς.
アテナイ人たちは33隻の船(指揮官はディフィロスであった)を率いて、ナウパクトスから彼らに向けて出撃した。
§7.34.4καὶ οἱ Κορίνθιοι τὸ μὲν πρῶτον ἡσύχαζον, ἔπειτα ἀρθέντος αὐτοῖς τοῦ σημείου, ἐπεὶ καιρὸς ἐδόκει εἶναι, ὥρμησαν ἐπὶ τοὺς Ἀθηναίους καὶ ἐναυμάχουν.
コリントス人たちは最初は静かにしていたが、合図が掲げられ、好機と思われたとき、アテナイ人に向けて突撃し、海戦を開始した。
καὶ χρόνον ἀντεῖχον πολὺν ἀλλήλοις.
そして、双方とも長い間互いに対抗し合った。
§7.34.5καὶ τῶν μὲν Κορινθίων τρεῖς νῆες διαφθείρονται, τῶν δ’ Ἀθηναίων κατέδυ μὲν οὐδεμία ἁπλῶς, ἑπτὰ δέ τινες ἄπλοι ἐγένοντο ἀντίπρῳροι ἐμβαλλόμεναι καὶ ἀναρραγεῖσαι τὰς παρεξειρεσίας ὑπὸ τῶν Κορινθίων νεῶν ἐπ’ αὐτὸ τοῦτο παχυτέρας τὰς ἐπωτίδας ἐχουσῶν.
コリントス側では3隻の船が破壊されたが、アテナイ側では完全に沈没した船は1隻もなかったものの、約7隻が正面から衝突され、この目的のためにキャットヘッドをより厚く設計していたコリントス船によって船外突出部を大破されて、航行不能となった。
§7.34.6ναυμαχήσαντες δὲ ἀντίπαλα μὲν καὶ ὡς αὐτοὺς ἑκατέρους ἀξιοῦν νικᾶν, ὅμως δὲ τῶν ναυαγίων κρατησάντων τῶν Ἀθηναίων διά τε τὴν τοῦ ἀνέμου ἄπωσιν αὐτῶν ἐς τὸ πέλαγος καὶ διὰ τὴν τῶν Κορινθίων οὐκέτι ἐπαναγωγήν, διεκρίθησαν ἀπ’ ἀλλήλων, καὶ δίωξις οὐδεμία ἐγένετο, οὐδ’ ἄνδρες οὐδετέρων ἑάλωσαν·
海戦は互角であり、双方がそれぞれ勝利を主張するほどであった。 しかし、風によって残骸が外海へ押し流されたことと、コリントス人がもはや再び出撃してこなかったことによって、アテナイ人が残骸を回収した。 その後、両軍は互いに離れ、追撃は行われず、どちらの側からも捕虜は出なかった。
οἱ μὲν γὰρ Κορίνθιοι καὶ Πελοποννήσιοι πρὸς τῇ γῇ ναυμαχοῦντες ῥᾳδίως διεσῴζοντο, τῶν δὲ Ἀθηναίων οὐδεμία κατέδυ ναῦς.
というのも、コリントス人とペロポネソス人は陸地の近くで戦っていたため容易に避難でき、アテナイ人の方も沈没した船は1隻もなかったからである。
§7.34.7ἀποπλευσάντων δὲ τῶν Ἀθηναίων ἐς τὴν Ναύπακτον οἱ Κορίνθιοι εὐθὺς τροπαῖον ἔστησαν ὡς νικῶντες, ὅτι πλείους τῶν ἐναντίων ναῦς ἄπλους ἐποίησαν καὶ νομίσαντες αὐτοὶ οὐχ ἡσσᾶσθαι δι’ ὅπερ οὐδ’ οἱ ἕτεροι νικᾶν·
アテナイ人たちがナウパクトスへ撤退すると、コリントス人たちはすぐに勝者として記念碑を建てた。 彼らが相手の船をより多く航行不能にしたこと、および自分たちは敗北していないと考えたからであり、まさにその同じ理由から、相手側も勝利したとはみなさなかったのである。
οἵ τε γὰρ Κορίνθιοι ἡγήσαντο κρατεῖν εἰ μὴ καὶ πολὺ ἐκρατοῦντο, οἵ τ’ Ἀθηναῖοι ἐνόμιζον ἡσσᾶσθαι ὅτι οὐ πολὺ ἐνίκων.
コリントス人は、決定的な敗北を喫しない限りは優勢であると考え、アテナイ人は、決定的な勝利を収めない限りは敗北したと考えたからである。
§7.34.8ἀποπλευσάντων δὲ τῶν Πελοποννησίων καὶ τοῦ πεζοῦ διαλυθέντος οἱ Ἀθηναῖοι ἔστησαν τροπαῖον καὶ αὐτοὶ ἐν τῇ Ἀχαΐᾳ ὡς νικήσαντες,ἀπέχον τοῦ Ἐρινεοῦ, ἐν ᾧ οἱ Κορίνθιοι ὥρμουν, ὡς εἴκοσι σταδίους.
しかし、ペロポネソス人たちが撤退し、その陸上軍も解散すると、アテナイ人たちもまた、コリントス人が停泊していたエリネオスから約20スタディオン離れたアカイアの地に、勝者として記念碑を建てた。
καὶ ἡ μὲν ναυμαχία οὕτως ἐτελεύτα.
こうしてこの海戦は終結した。