§7.25.1μετὰ δὲ τοῦτο ναῦς τε ἐκπέμπουσι δώδεκα οἱ Συρακόσιοι καὶ Ἀγάθαρχον ἐπ’ αὐτῶν Συρακόσιον ἄρχοντα.
この後、シュラクサイ人は十二隻の船を派遣し、その指揮官としてシュラクサイ人のアガタルコスを任命した。
καὶ αὐτῶν μία μὲν ἐς Πελοπόννησον ᾤχετο, πρέσβεις ἄγουσα οἵπερ τά τε σφέτερα φράσουσιν ὅτι ἐν ἐλπίσιν εἰσὶ καὶ τὸν ἐκεῖ πόλεμον ἔτι μᾶλλον ἐποτρυνοῦσι γίγνεσθαι·
そして、そのうちの一隻は、自国の状況が希望に満ちていることを報告し、あちらでの戦争をさらにいっそう推進するように促す使節たちを乗せて、ペロポネソスへと向かった。
αἱ δ’ ἕνδεκα νῆες πρὸς τὴν Ἰταλίαν ἔπλευσαν, πυνθανόμεναι πλοῖα τοῖς Ἀθηναίοις γέμοντα χρημάτων προσπλεῖν.
残りの十一隻の船は、アテナイ人のために物資を積んだ輸送船が近づいているという情報を得て、イタリアへと航行した。
§7.25.2καὶ τῶν τε πλοίων ἐπιτυχοῦσαι τὰ πολλὰ διέφθειραν καὶ ξύλα ναυπηγήσιμα ἐν τῇ Καυλωνιάτιδι κατέκαυσαν, ἃ τοῖς Ἀθηναίοις ἑτοῖμα ἦν.
そして、これらの輸送船に遭遇すると、その大半を破壊し、カウロニア地方にあったアテナイ人のために用意されていた造船用の木材を焼き払った。
§7.25.3ἔς τε Λοκροὺς μετὰ ταῦτα ἦλθον, καὶ ὁρμουσῶν αὐτῶν κατέπλευσε μία τῶν ὁλκάδων τῶν ἀπὸ Πελοποννήσου ἄγουσα Θεσπιῶν ὁπλίτας·
その後、彼らはロクロイへと向かった。 彼らが停泊している間に、ペロポネソスからテスピアイの重装兵を乗せた一隻の商船が入港した。
§7.25.4καὶ ἀναλαβόντες αὐτοὺς οἱ Συρακόσιοι ἐπὶ τὰς ναῦς παρέπλεον ἐπ’ οἴκου.
そこでシュラクサイ人は彼らを自軍の船に乗せ、本国を目指して沿岸を航行した。
φυλάξαντες δ᾽ αὐτοὺς οἱ Ἀθηναῖοι εἴκοσι ναυσὶ πρὸς τοῖς Μεγάροις μίαν μὲν ναῦν λαμβάνουσιν αὐτοῖς ἀνδράσι, τὰς δ’ ἄλλας οὐκ ἐδυνήθησαν, ἀλλ’ ἀποφεύγουσιν ἐς τὰς Συρακούσας.
しかしアテナイ人は、二十隻の船でメガラ付近において彼らを待ち伏せており、一隻を乗組員ごと拿捕した。 しかし他の船を拿捕することはできず、それらはシュラクサイへと逃げ帰った。
§7.25.5ἐγένετο δὲ καὶ περὶ τῶν σταυρῶν ἀκροβολισμὸς ἐν τῷ λιμένι, οὓς οἱ Συρακόσιοι πρὸ τῶν παλαιῶν νεωσοίκων κατέπηξαν ἐν τῇ θαλάσσῃ, ὅπως αὐτοῖς αἱ νῆες ἐντὸς ὁρμοῖεν καὶ οἱ Ἀθηναῖοι ἐπιπλέοντες μὴ βλάπτοιεν ἐμβάλλοντες.
また、港内では杭をめぐる小競り合いも起こった。 これはシュラクサイ人が、自軍の船がその内側に停泊し、アテナイ人が襲撃してきても体当たりで損害を与えられないようにするために、古い船庫の前の海中に打ち込んだものであった。
§7.25.6προσαγαγόντες γὰρ ναῦν μυριοφόρον αὐτοῖς οἱ Ἀθηναῖοι, πύργους τε ξυλίνους ἔχουσαν καὶ παραφράγματα, ἔκ τε τῶν ἀκάτων ὤνευον ἀναδούμενοι τοὺς σταυροὺς καὶ ἀνέκλων καὶ κατακολυμβῶντες ἐξέπριον.
アテナイ人は、木製の塔や遮蔽幕を備えた一万タレント積みの船をそれらの杭に近づけ、小舟から杭にロープを結びつけてウインチで引き抜いたり、へし折ったり、あるいは潜水して鋸で切り倒したりしたからである。
οἱ δὲ Συρακόσιοι ἀπὸ τῶν νεωσοίκων ἔβαλλον· οἱ δ’ ἐκ τῆς ὁλκάδος ἀντέβαλλον, καὶ τέλος τοὺς πολλοὺς τῶν σταυρῶν ἀνεῖλον οἱ Ἀθηναῖοι.
シュラクサイ人は船庫から飛び道具を放ち、アテナイ人は輸送船から応戦し、ついにアテナイ人は杭の大部分を取り除いた。
§7.25.7χαλεπωτάτη δ’ ἦν τῆς σταυρώσεως ἡ κρύφιος·
しかし、杭列のうちで最も厄介だったのは、隠されたものであった。
ἦσαν γὰρ τῶν σταυρῶν οὓς οὐχ ὑπερέχοντας τῆς θαλάσσης κατέπηξαν, ὥστε δεινὸν ἦν προσπλεῦσαι, μὴ οὐ προϊδών τις ὥσπερ περὶ ἕρμα περιβάλῃ τὴν ναῦν.
というのも、海面上に突き出ないように打ち込まれた杭があったため、事前に気づかなかった者が、暗礁に乗り上げるように船を衝突させてしまう恐れがあり、近づくのが危険だったからである。
ἀλλὰ καὶ τούτους κολυμβηταὶ δυόμενοι ἐξέπριον μισθοῦ.
それでも、潜水兵たちが報酬のために潜ってこれらを鋸で切り倒した。
ὅμως δ’ αὖθις οἱ Συρακόσιοι ἐσταύρωσαν.
しかし、シュラクサイ人は再び杭を打ち込んだ。
§7.25.8πολλὰ δὲ καὶ ἄλλα πρὸς ἀλλήλους οἷον εἰκὸς τῶν στρατοπέδων ἐγγὺς ὄντων καὶ ἀντιτεταγμένων ἐμηχανῶντο καὶ ἀκροβολισμοῖς καὶ πείραις παντοίαις ἐχρῶντο.
両軍の陣営が近く、互いに対峙していたため、当然のことながら、彼らは互いに対して他にも多くの計略をめぐらし、小競り合いやあらゆる試みを試みた。
§7.25.9ἔπεμψαν δὲ καὶ ἐς τὰς πόλεις πρέσβεις οἱ Συρακόσιοι Κορινθίων καὶ Ἀμπρακιωτῶν καὶ Λακεδαιμονίων, ἀγγέλλοντας τήν τε τοῦ Πλημμυρίου λῆψιν καὶ τῆς ναυμαχίας πέρι ὡς οὐ τῇ τῶν πολεμίων ἰσχύι μᾶλλον ἢ τῇ σφετέρᾳ ταραχῇ ἡσσηθεῖεν, τά τε ἄλλα [αὖ] δηλώσοντας ὅτι ἐν ἐλπίσιν εἰσὶ καὶ ἀξιώσοντας ξυμβοηθεῖν ἐπ’ αὐτοὺς καὶ ναυσὶ καὶ πεζῷ, ὡς καὶ τῶν Ἀθηναίων προσδοκίμων ὄντων ἄλλῃ στρατιᾷ καί, ἢν φθάσωσιν αὐτοὶ πρότερον διαφθείραντες τὸ παρὸν στράτευμα αὐτῶν, διαπεπολεμησόμενον.
また、シュラクサイ人はコリントス、アンブラキア、ラケダイモンの諸都市に使節を派遣した。 彼らにプレッミュリオンの占領を報告させ、また海戦については、敵の強さよりもむしろ自軍の混乱によって敗北したのだと伝えさせるためであった。 さらに、依然として希望に満ちていることを表明し、海陸両方からの救援を要求させるためでもあった。 アテナイ側もまた別の軍勢が到着することが予想されるため、もしその前に自分たちが現有の軍勢を撃滅することに成功すれば、戦争を終結させることができるからである。
καὶ οἱ μὲν ἐν τῇ Σικελίᾳ ταῦτα ἔπρασσον.
シケリアの人々はこのような行動をとっていた。