§6.46.1αἱ δ’ ἐκ τῆς Ἐγέστης τρεῖς νῆες αἱ πρόπλοι παραγίγνονται τοῖς Ἀθηναίοις ἐς τὸ Ῥήγιον, ἀγγέλλουσαι ὅτι τἆλλα μὲν οὐκ ἔστι χρήματα ἃ ὑπέσχοντο, τριάκοντα δὲ τάλαντα μόνα φαίνεται.
エゲスタからの先遣の三隻の船がレギオンのアテナイ軍のもとに到着し、約束されたような資金はなく、わずか三十タラントンしか見当たらないと報告した。
§6.46.2καὶ οἱ στρατηγοὶ εὐθὺς ἐν ἀθυμίᾳ ἦσαν, ὅτι αὐτοῖς τοῦτό τε πρῶτον ἀντεκεκρούκει καὶ οἱ Ῥηγῖνοι οὐκ ἐθελήσαντες ξυστρατεύειν, οὓς πρῶτον ἤρξαντο πείθειν καὶ εἰκὸς ἦν μάλιστα, Λεοντίνων τε ξυγγενεῖς ὄντας καὶ σφίσιν αἰεὶ ἐπιτηδείους.
将軍たちは即座に意気消沈した。 彼らにとってこれが最初の挫折であっただけでなく、最初に説得を始め、最も従軍する可能性が高かった(レオンティノイの親族であり、アテナイ人にとって常に好意的であったため)レギオン人までもが、ともに戦うことを拒んだからである。
καὶ τῷ μὲν Νικίᾳ προσδεχομένῳ ἦν τὰ παρὰ τῶν Ἐγεσταίων, τοῖν δὲ ἑτέροιν καὶ ἀλογώτερα.
ニキアスにとっては、エゲスタ側からのこの知らせは予想されていたことであったが、他の二人の将軍にとっては、なおさらに意外なことであった。
§6.46.3οἱ δὲ Ἐγεσταῖοι τοιόνδε τι ἐξετεχνήσαντο τότε ὅτε οἱ πρῶτοι πρέσβεις τῶν Ἀθηναίων ἦλθον αὐτοῖς ἐς τὴν κατασκοπὴν τῶν χρημάτων.
エゲスタ人たちは、最初のアテナイの使節たちが資金の査定のために彼らのもとにやって来た当時、次のような策略を講じていた。
ἔς τε τὸ ἐν Ἔρυκι ἱερὸν τῆς Ἀφροδίτης ἀγαγόντες αὐτοὺς ἐπέδειξαν τὰ ἀναθήματα, φιάλας τε καὶ οἰνοχόας καὶ θυμιατήρια καὶ ἄλλην κατασκευὴν οὐκ ὀλίγην, ἃ ὄντα ἀργυρᾶ πολλῷ πλείω τὴν ὄψιν ἀπ’ ὀλίγης δυνάμεως χρημάτων παρείχετο·
彼らをエリュクスにあるアプロディテの神殿へと案内し、献納物、すなわち平鉢や水差し、香炉、その他少なからぬ什器を見せたが、これらは銀製であって、少ない実質的な資産の割には、外観をはるかに大きく見せていた。
καὶ ἰδίᾳ ξενίσεις ποιούμενοι τῶν τριηριτῶν τά τε ἐξ αὐτῆς Ἐγέστης ἐκπώματα καὶ χρυσᾶ καὶ ἀργυρᾶ ξυλλέξαντες καὶ τὰ ἐκ τῶν ἐγγὺς πόλεων καὶ Φοινικικῶν καὶ Ἑλληνίδων αἰτησάμενοι ἐσέφερον ἐς τὰς ἑστιάσεις ὡς οἰκεῖα ἕκαστοι.
そして私的に三段櫂船の乗組員たちを接待するにあたり、エゲスタ自体から金銀の杯を集め、さらに近隣のフェニキア人やギリシア人の都市からも借用して、各自が自分の持ち物であるかのように宴席に持ち込んだ。
§6.46.4καὶ πάντων ὡς ἐπὶ τὸ πολὺ τοῖς αὐτοῖς χρωμένων καὶ πανταχοῦ πολλῶν φαινομένων μεγάλην τὴν ἔκπληξιν τοῖς ἐκ τῶν τριήρων Ἀθηναίοις παρεῖχε, καὶ ἀφικόμενοι ἐς τὰς Ἀθήνας διεθρόησαν ὡς χρήματα πολλὰ ἴδοιεν.
そして彼ら全員がほとんど同じものを使い回し、至る所で多くの食器が見えたため、船からやって来たアテナイ人たちに大きな衝撃を与え、アテナイに帰還した彼らは、膨大な資金を目にしたと言いふらした。
§6.46.5καὶ οἱ μὲν αὐτοί τε ἀπατηθέντες καὶ τοὺς ἄλλους τότε πείσαντες, ἐπειδὴ διῆλθεν ὁ λόγος ὅτι οὐκ εἴη ἐν τῇ Ἐγέστῃ τὰ χρήματα, πολλὴν τὴν αἰτίαν εἶχον ὑπὸ τῶν στρατιωτῶν·
こうして、自身が騙され、かつ当時は他のみんなをも説得した者たちは、エゲスタに資金がないという噂が広まると、兵士たちから強い非難を浴びた。
οἱ δὲ στρατηγοὶ πρὸς τὰ παρόντα ἐβουλεύοντο.
一方、将軍たちは現状に対して協議を行った。