Humanitext Reader

修昔底德 · 伯罗奔尼撒战争史 §6.46.1-6.46.5

埃格斯塔军资虚假与欺骗手段的败露

第 662 段,共 917 段 · 希腊语

内容简介

雅典将军们发现埃格斯塔承诺的资金几乎不复存在,倍感沮丧。文中揭示了埃格斯塔人此前通过展示神庙献纳物和循环使用借来的宴会器皿来欺骗雅典使者的诡计。

§6.46.1αἱ δ’ ἐκ τῆς Ἐγέστης τρεῖς νῆες αἱ πρόπλοι παραγίγνονται τοῖς Ἀθηναίοις ἐς τὸ Ῥήγιον, ἀγγέλλουσαι ὅτι τἆλλα μὲν οὐκ ἔστι χρήματα ἃ ὑπέσχοντο, τριάκοντα δὲ τάλαντα μόνα φαίνεται.
从埃格斯塔出发的三艘先遣船只抵达雷吉翁的雅典人处,报告说他们承诺的其他资金并不存在,能看到的只有三十塔兰同。
§6.46.2καὶ οἱ στρατηγοὶ εὐθὺς ἐν ἀθυμίᾳ ἦσαν, ὅτι αὐτοῖς τοῦτό τε πρῶτον ἀντεκεκρούκει καὶ οἱ Ῥηγῖνοι οὐκ ἐθελήσαντες ξυστρατεύειν, οὓς πρῶτον ἤρξαντο πείθειν καὶ εἰκὸς ἦν μάλιστα, Λεοντίνων τε ξυγγενεῖς ὄντας καὶ σφίσιν αἰεὶ ἐπιτηδείους.
将军们立刻陷入了沮丧,因为这是他们的第一次挫折,而且雷吉翁人也拒绝一同参战——雷吉翁人是他们最初开始说服的对象,也是最有可能参战的,因为他们是莱翁蒂尼人的亲族,且一向对雅典人友好。
καὶ τῷ μὲν Νικίᾳ προσδεχομένῳ ἦν τὰ παρὰ τῶν Ἐγεσταίων, τοῖν δὲ ἑτέροιν καὶ ἀλογώτερα.
对于尼西阿斯来说,来自埃格斯塔人的消息是预料之中的,但对于另外两人来说却更加出乎意料。
§6.46.3οἱ δὲ Ἐγεσταῖοι τοιόνδε τι ἐξετεχνήσαντο τότε ὅτε οἱ πρῶτοι πρέσβεις τῶν Ἀθηναίων ἦλθον αὐτοῖς ἐς τὴν κατασκοπὴν τῶν χρημάτων.
当第一批雅典使者来到埃格斯塔人那里调查其资金时,埃格斯塔人曾设下了如下的诡计。
ἔς τε τὸ ἐν Ἔρυκι ἱερὸν τῆς Ἀφροδίτης ἀγαγόντες αὐτοὺς ἐπέδειξαν τὰ ἀναθήματα, φιάλας τε καὶ οἰνοχόας καὶ θυμιατήρια καὶ ἄλλην κατασκευὴν οὐκ ὀλίγην, ἃ ὄντα ἀργυρᾶ πολλῷ πλείω τὴν ὄψιν ἀπ’ ὀλίγης δυνάμεως χρημάτων παρείχετο· καὶ ἰδίᾳ ξενίσεις ποιούμενοι τῶν τριηριτῶν τά τε ἐξ αὐτῆς Ἐγέστης ἐκπώματα καὶ χρυσᾶ καὶ ἀργυρᾶ ξυλλέξαντες καὶ τὰ ἐκ τῶν ἐγγὺς πόλεων καὶ Φοινικικῶν καὶ Ἑλληνίδων αἰτησάμενοι ἐσέφερον ἐς τὰς ἑστιάσεις ὡς οἰκεῖα ἕκαστοι.
他们把使者带到埃律克斯的阿佛洛狄忒神庙,向他们展示了献纳物,即平钵、水罐、香炉以及其他为数不少的器具,这些器皿因是银制的,以较少的实际资金力量呈现出远为壮观的外观;在私下款待三列桨战船的船员们时,他们不仅收集了埃格斯塔本地的金银杯,还向邻近的腓尼基和希腊城市借用,并在宴席上把这些器皿当作各自私有的财产拿出来。
§6.46.4καὶ πάντων ὡς ἐπὶ τὸ πολὺ τοῖς αὐτοῖς χρωμένων καὶ πανταχοῦ πολλῶν φαινομένων μεγάλην τὴν ἔκπληξιν τοῖς ἐκ τῶν τριήρων Ἀθηναίοις παρεῖχε, καὶ ἀφικόμενοι ἐς τὰς Ἀθήνας διεθρόησαν ὡς χρήματα πολλὰ ἴδοιεν.
由于几乎所有人都在轮流使用相同的一套器皿,并且到处都显得有很多,这给来自战船的雅典人留下了极深的印象,他们回到雅典后便四处传播,说自己看到了巨额的财富。
§6.46.5καὶ οἱ μὲν αὐτοί τε ἀπατηθέντες καὶ τοὺς ἄλλους τότε πείσαντες, ἐπειδὴ διῆλθεν ὁ λόγος ὅτι οὐκ εἴη ἐν τῇ Ἐγέστῃ τὰ χρήματα, πολλὴν τὴν αἰτίαν εἶχον ὑπὸ τῶν στρατιωτῶν· οἱ δὲ στρατηγοὶ πρὸς τὰ παρόντα ἐβουλεύοντο.
那些自己被骗且在当时说服了其他人的人,在埃格斯塔没有钱的消息传开后,受到了士兵们的严厉指责;而将军们则针对眼前的局势进行商议。

词汇与语法注释

  1. §6.46.2τῷ μὲν Νικίᾳ προσδεχομένῳ ἦν — 与格(`τῷ ... Νικίᾳ`)与 `εἶναι` 加上分词(`προσδεχομένῳ`)连用,表示当事人的态度或预期,意为“对于尼西阿斯来说是预料之中的”。
  2. §6.46.3πολλῷ πλείω τὴν ὄψιν ἀπ’ ὀλίγης δυνάμεως χρημάτων παρείχετο — `τὴν ὄψιν`(外观)是中动词 `παρείχετο`(呈现)的宾格宾语,而 `πολλῷ πλείω`(多得多)作谓语性修饰,意为“呈现出远为壮观的外观”。`ἀπ' ὀλίγης δυνάμεως χρημάτων` 意为“以较少的实际资金力量”,表明其外观与其真实价值不符。
  3. §6.46.4πάντων ὡς ἐπὶ τὸ πολὺ τοῖς αὐτοῖς χρωμένων — 属格独立结构,其中 `πάντων` 为逻辑主语,`χρωμένων` 为分词。`τοῖς αὐτοῖς` 是 `ὁ αὐτός` 的中性复数与格,意为“相同的东西(指器皿)”,作动词 `χράομαι`(使用)的宾语,并受 `ὡς ἐπὶ τὸ πολὺ`(绝大多数情况下、几乎)的修饰。

引用这一段

修昔底德, 伯罗奔尼撒战争史 §6.46.1-6.46.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:6.46.1-6.46.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。