§5.84.1τοῦ δ’ ἐπιγιγνομένου θέρους Ἀλκιβιάδης τε πλεύσας ἐς Ἄργος ναυσὶν εἴκοσιν Ἀργείων τοὺς δοκοῦντας ἔτι ὑπόπτους εἶναι καὶ τὰ Λακεδαιμονίων φρονεῖν ἔλαβε τριακοσίους ἄνδρας, καὶ κατέθεντο αὐτοὺς Ἀθηναῖοι ἐς τὰς ἐγγὺς νήσους ὧν ἦρχον·
翌夏、アルキビアデスは20隻の船でアルゴスに航行し、アルゴス人のうち、依然として疑わしく、ラケダイモン人に味方していると思われる者たち300人を捕らえた。 そしてアテナイ人は、彼らを支配下にある近隣の島々に拘留した。
καὶ ἐπὶ Μῆλον τὴν νῆσον Ἀθηναῖοι ἐστράτευσαν ναυσὶν ἑαυτῶν μὲν τριάκοντα, Χίαις δὲ ἕξ, Λεσβίαιν δὲ δυοῖν, καὶ ὁπλίταις ἑαυτῶν μὲν διακοσίοις καὶ χιλίοις καὶ τοξόταις τριακοσίοις καὶ ἱπποτοξόταις εἴκοσι, τῶν δὲ ξυμμάχων καὶ νησιωτῶν ὁπλίταις μάλιστα πεντακοσίοις καὶ χιλίοις.
またアテナイ人はメロス島へ遠征した。 これには自国の船30隻、キオス船6隻、レスボス船2隻が、そして歩兵として自国の重装歩兵1200人、弓兵300人、騎馬弓兵20人、同盟国および島嶼民の重装歩兵およそ1500人が加わった。
§5.84.2οἱ δὲ Μήλιοι Λακεδαιμονίων μέν εἰσιν ἄποικοι, τῶν δ’ Ἀθηναίων οὐκ ἤθελον ὑπακούειν ὥσπερ οἱ ἄλλοι νησιῶται, ἀλλὰ τὸ μὲν πρῶτον οὐδετέρων ὄντες ἡσύχαζον, ἔπειτα ὡς αὐτοὺς ἠνάγκαζον οἱ Ἀθηναῖοι δῃοῦντες τὴν γῆν, ἐς πόλεμον φανερὸν κατέστησαν.
メロス人はラケダイモン人の入植者であり、他の島嶼民のようにアテナイ人に服従することを望まなかった。 最初はどちらの側にもつかず静観していたが、その後、アテナイ人が土地を荒廃させて強要したため、公然たる戦争に至った。
§5.84.3στρατοπεδευσάμενοι οὖν ἐς τὴν γῆν αὐτῶν τῇ παρασκευῇ ταύτῃ οἱ στρατηγοὶ Κλεομήδης τε ὁ Λυκομήδους καὶ Τεισίας ὁ Τεισιμάχου, πρὶν ἀδικεῖν τι τῆς γῆς, λόγους πρῶτον ποιησομένους ἔπεμψαν πρέσβεις.
そこで、この軍備を擁して彼らの土地に陣営を敷いた将軍たち、リュコメデスの子クレオメデスとテイシマコスの子テイシアスは、土地を荒らす前に、まず交渉を行わせるために使節を派遣した。
οὓς οἱ Μήλιοι πρὸς μὲν τὸ πλῆθος οὐκ ἤγαγον, ἐν δὲ ταῖς ἀρχαῖς καὶ τοῖς ὀλίγοις λέγειν ἐκέλευον περὶ ὧν ἥκουσιν.
メロス人は彼らを民衆の前に連れて行かず、役人たちや有力者たちの前で、参上の目的について話すよう命じた。