Humanitext Reader

トゥキュディデス · ペロポネソス戦史 §5.38.1-5.38.4

ボイオティア評議会によるアルゴス同盟案の否決

538 / 917 箇所 · ギリシア語

要旨

ボイオタルケスたちは、コリントスやメガラなどと事前誓約を結んだ後にアルゴスと同盟する計画を立てるが、ラケダイモン側の意向を事前に知らされなかったボイオティアの評議会は、ラケダイモンとの敵対を恐れてこの提案を否決する。その結果、アルゴスとの同盟交渉は中断し、全体の交渉が滞ることになる。

§5.38.1ἐν δὲ τούτῳ ἐδόκει πρῶτον τοῖς βοιωτάρχαις καὶ Κορινθίοις καὶ Μεγαρεῦσι καὶ τοῖς ἀπὸ Θρᾴκης πρέσβεσιν ὀμόσαι ὅρκους ἀλλήλοις ἦ μὴν ἔν τε τῷ παρατυχόντι ἀμυνεῖν τῷ δεομένῳ καὶ μὴ πολεμήσειν τῳ μηδὲ ξυμβήσεσθαι ἄνευ κοινῆς γνώμης, καὶ οὕτως ἤδη τοὺς Βοιωτοὺς καὶ Μεγαρέας (τὸ γὰρ αὐτὸ ἐποίουν) πρὸς τοὺς Ἀργείους σπένδεσθαι.
ἐν δὲ τούτῳ ἐδόκει πρῶτον τοῖς βοιωτάρχαις καὶ Κορινθίοις καὶ Μεγαρεῦσι καὶ τοῖς ἀπὸ Θρᾴκης πρέσβεσιν ὀμόσαι ὅρκους ἀλλήλοις ἦ μὴν ἔν τε τῷ παρατυχόντι ἀμυνεῖν τῷ δεομένῳ καὶ μὴ πολεμήσειν τῳ μηδὲ ξυμβήσεσθαι ἄνευ κοινῆς γνώμης, καὶ οὕτως ἤδη τοὺς Βοιωτοὺς καὶ Μεγαρέας (τὸ γὰρ αὐτὸ ἐποίουν) πρὸς τοὺς Ἀργείους σπένδεσθαι. この間に、ボイオタルケスたち、コリントス人、メガラ人、およびトラキアからの使節たちは、まず互いに誓約を交わし、不慮の事態においては助けを求める者を相互に救援すること、また共同の同意なしにはいかなる者とも戦争をせず、和約も結ばないこと、そしてその上で、ボイオティア人とメガラ人(彼らは同じ行動をとっていたので)がアルゴス人との間で和約を結ぶことを、まず決定した。
§5.38.2πρὶν δὲ τοὺς ὅρκους γενέσθαι οἱ βοιωτάρχαι ἐκοίνωσαν ταῖς τέσσαρσι βουλαῖς τῶν Βοιωτῶν ταῦτα, αἵπερ ἅπαν τὸ κῦρος ἔχουσιν, καὶ παρῄνουν γενέσθαι ὅρκους ταῖς πόλεσιν, ὅσαι βούλονται ἐπ’ ὠφελίᾳ σφίσι ξυνομνύναι.
πρὶν δὲ τοὺς ὅρκους γενέσθαι οἱ βοιωτάρχαι ἐκοίνωσαν ταῖς τέσσαρσι βουλαῖς τῶν Βοιωτῶν ταῦτα, αἵπερ ἅπαν τὸ κῦρος ἔχουσιν, καὶ παρῄνουν γενέσθαι ὅρκους ταῖς πόλεσιν, ὅσαι βούλονται ἐπ’ ὠφελίᾳ σφίσι ξυνομνύναι. しかし、この誓約が交わされる前に、ボイオタルケスたちはこの案件を、あらゆる決定権を握っているボイオティアの4つの評議会に提示し、自分たちとの相互援助のために同盟の誓約を結ぶことを望むすべての都市と、誓いを交わすよう勧告した。
§5.38.3οἱ δ’ ἐν ταῖς βουλαῖς τῶν Βοιωτῶν ὄντες οὐ προσδέχονται τὸν λόγον, δεδιότες μὴ ἐναντία Λακεδαιμονίοις ποιήσωσι, τοῖς ἐκείνων ἀφεστῶσι Κορινθίοις ξυνομνύντες·
οἱ δ’ ἐν ταῖς βουλαῖς τῶν Βοιωτῶν ὄντες οὐ προσδέχονται τὸν λόγον, δεδιότες μὴ ἐναντία Λακεδαιμονίοις ποιήσωσι, τοῖς ἐκείνων ἀφεστῶσι Κορινθίοις ξυνομνύντες· οὐ γὰρ εἶπον αὐτοῖς οἱ βοιωτάρχαι τὰ ἐκ τῆς Λακεδαίμονος, ὅτι τῶν τε ἐφόρων Κλεόβουλος καὶ Ξενάρης καὶ οἱ φίλοι παραινοῦσιν Ἀργείων πρῶτον καὶ Κορινθίων γενομένους ξυμμάχους ὕστερον μετὰ τῶν Λακεδαιμονίων γίγνεσθαι, οἰόμενοι τὴν βουλήν, κἂν μὴ εἴπωσιν, οὐκ ἄλλα ψηφιεῖσθαι ἢ ἃ σφίσι προδιαγνόντες παραινοῦσιν. だが、ボイオティアの評議会の構成員たちはこの提案を受け入れなかった。 彼らは、ラケダイモンから離反したコリントス人と同盟誓約を交わすことで、ラケダイモン人に反する行動をとることになるのを恐れたからである。
οὐ γὰρ εἶπον αὐτοῖς οἱ βοιωτάρχαι τὰ ἐκ τῆς Λακεδαίμονος, ὅτι τῶν τε ἐφόρων Κλεόβουλος καὶ Ξενάρης καὶ οἱ φίλοι παραινοῦσιν Ἀργείων πρῶτον καὶ Κορινθίων γενομένους ξυμμάχους ὕστερον μετὰ τῶν Λακεδαιμονίων γίγνεσθαι, οἰόμενοι τὴν βουλήν, κἂν μὴ εἴπωσιν, οὐκ ἄλλα ψηφιεῖσθαι ἢ ἃ σφίσι προδιαγνόντες παραινοῦσιν.
というのも、ボイオタルケスたちは、ラケダイモンからの知らせ、すなわちエフォロイのクレオブロスとクセナレスおよびその友人たちが、まずアルゴス人およびコリントス人と同盟を結び、その後にラケダイモン人と同盟関係になるよう勧告していることを、彼らに伝えていなかったからである。 彼らは、評議会がそれを伝えなくとも、自分たちが事前に決定して勧告したこと以外の決議は下さないだろうと考えていた。
§5.38.4ὡς δὲ ἀντέστη τὸ πρᾶγμα, οἱ μὲν Κορίνθιοι καὶ οἱ ἀπὸ Θρᾴκης πρέσβεις ἄπρακτοι ἀπῆλθον, οἱ δὲ βοιωτάρχαι μέλλοντες πρότερον, εἰ ταῦτα ἔπεισαν, καὶ τὴν ξυμμαχίαν πειράσεσθαι πρὸς Ἀργείους ποιεῖν, οὐκέτι ἐσήνεγκαν περὶ Ἀργείων ἐς τὰς βουλάς, οὐδὲ ἐς τὸ Ἄργος τοὺς πρέσβεις οὓς ὑπέσχοντο ἔπεμπον, ἀμέλεια δέ τις ἐνῆν καὶ διατριβὴ τῶν πάντων.
ὡς δὲ ἀντέστη τὸ πρᾶγμα, οἱ μὲν Κορίνθιοι καὶ οἱ ἀπὸ Θρᾴκης πρέσβεις ἄπρακτοι ἀπῆλθον, οἱ δὲ βοιωτάρχαι μέλλοντες πρότερον, εἰ ταῦτα ἔπεισαν, καὶ τὴν ξυμμαχίαν πειράσεσθαι πρὸς Ἀργείους ποιεῖν, οὐκέτι ἐσήνεγκαν περὶ Ἀργείων ἐς τὰς βουλάς, οὐδὲ ἐς τὸ Ἄργος τοὺς πρέσβεις οὓς ὑπέσχοντο ἔπεμπον, ἀμέλεια δέ τις ἐνῆν καὶ διατριβὴ τῶν πάντων. このように事態が予期に反したため、コリントス人とトラキアからの使節たちは目的を達せずに立ち去った。 また、もし今回の説得に成功したなら、次にアルゴス人との同盟締結を試みるつもりであったボイオタルケスたちも、もはやアルゴス人に関する議案を評議会に提出せず、アルゴスへ送ることを約束していた使節も派遣しなかった。 こうして、あらゆる事柄において一種の怠慢と遅延が生じることとなった。

語釈・文法注

  1. 5.38.3τὰ ἐκ τῆς Λακεδαίμονος, ὅτι — ὅτι 節は、直前の τὰ ἐκ τῆς Λακεδαίμονος(ラケダイモンからの知らせ)の内容を具体的に説明する同格の名詞節として機能している。先行する名詞(句)を代名詞的に示して後ろの従属節でその中身を展開する、一種の先取り(prolepsis)の構文である。
  2. 5.38.3ἃ σφίσι προδιαγνόντες παραινοῦσιν — προδιαγνόντες(事前に決定して)は主格・複数・男性の分詞で、主節の主語(οἱ βοιωτάρχαι)に一致し、οἰόμενοι とともにボイオタルケスたちの行動・判断を修飾する。σφίσι は間接再帰代名詞で、文全体の主語であるボイオタルケスたち自身を指し、παραινοῦσιν(彼らが勧告する)の与格補語、または「自分たちのために」という利益の与格として機能する。

この箇所を引用する

トゥキュディデス, ペロポネソス戦史 §5.38.1-5.38.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:5.38.1-5.38.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。