§5.23.1‘κατὰ τάδε ξύμμαχοι ἔσονται Λακεδαιμόνιοι 〈καὶ Ἀθηναῖοι〉 πεντήκοντα ἔτη.
‘次のようにラケダイモン人と〈アテナイ人は〉50年間同盟関係を結ぶものとする。
ἢν [δέ] τινες ἴωσιν ἐς τὴν γῆν πολέμιοι τὴν Λακεδαιμονίων καὶ κακῶς ποιῶσι Λακεδαιμονίους, ὠφελεῖν Ἀθηναίους Λακεδαιμονίους τρόπῳ ὁποίῳ ἂν δύνωνται ἰσχυροτάτῳ κατὰ τὸ δυνατόν·
もし敵がラケダイモン人の土地に侵入してラケダイモン人に害を加えるならば、アテナイ人は可能な限り最も強力な方法でラケダイモン人を援助しなければならない。
ἢν δὲ δῃώσαντες οἴχωνται, πολεμίαν εἶναι ταύτην τὴν πόλιν Λακεδαιμονίοις καὶ Ἀθηναίοις καὶ κακῶς πάσχειν ὑπὸ ἀμφοτέρων, καταλύειν δὲ ἅμα ἄμφω τὼ πόλεε.
もし敵が荒廃させて立ち去るならば、その国家はラケダイモン人とアテナイ人にとって敵とみなされ、双方から攻撃を受けるものとし、両国家は同時にその戦争を終結させるものとする。
ταῦτα δ’ εἶναι δικαίως καὶ προθύμως καὶ ἀδόλως.
これらのことは公正に、自発的に、かつ偽りなく行われるものとする。
§5.23.2καὶ ἤν τινες ἐς τὴν Ἀθηναίων γῆν ἴωσι πολέμιοι καὶ κακῶς ποιῶσιν Ἀθηναίους, ὠφελεῖν Λακεδαιμονίους 〈Ἀθηναίους 〉 τρόπῳ ὅτῳ ἂν δύνωνται ἰσχυροτάτῳ κατὰ τὸ δυνατόν·
また、もし敵がアテナイ人の土地に侵入してアテナイ人に害を加えるならば、ラケダイモン人は〈アテナイ人を〉可能な限り最も強力な方法で援助しなければならない。
ἢν δὲ δῃώσαντες οἴχωνται, πολεμίαν εἶναι ταύτην τὴν πόλιν Λακεδαιμονίοις καὶ Ἀθηναίοις καὶ κακῶς πάσχειν ὑπ’ ἀμφοτέρων, καταλύειν δὲ ἅμα ἄμφω τὼ πόλεε.
もし敵が荒廃させて立ち去るならば、その国家はラケダイモン人とアテナイ人にとって敵とみなされ、双方から攻撃を受けるものとし、両国家は同時にその戦争を終結させるものとする。
§5.23.3ταῦτα δ’ εἶναι δικαίως καὶ προθύμως καὶ ἀδόλως.
これらのことは公正に、自発的に、かつ偽りなく行われるものとする。
ἢν δὲ ἡ δουλεία ἐπανιστῆται, ἐπικουρεῖν Ἀθηναίους Λακεδαιμονίοις παντὶ σθένει κατὰ τὸ δυνατόν.
もし奴隷たちが蜂起するならば、アテナイ人は可能な限りの全力を尽くしてラケダイモン人を救援しなければならない。
§5.23.4ὀμοῦνται δὲ ταῦτα οἵπερ καὶ τὰς ἄλλας σπονδὰς ὤμνυον ἑκατέρων.
この誓約は、両国において、他の条約に誓いを立てたのと同じ人々が誓うものとする。
ἀνανεοῦσθαι δὲ 〈τὸν ὅρκον〉 κατ’ ἐνιαυτὸν Λακεδαιμονίους μὲν ἰόντας ἐς Ἀθήνας πρὸς τὰ Διονύσια, Ἀθηναίους δὲ ἰόντας ἐς Λακεδαίμονα πρὸς τὰ Ὑακίνθια.
また〈誓いは〉毎年更新されるものとし、ラケダイモン人はディオニュシア祭の時にアテナイへ赴き、アテナイ人はヒュアキンティア祭の時にラケダイモンへ赴くものとする。
§5.23.5στήλην δὲ ἑκατέρους στῆσαι, τὴν μὲν ἐν Λακεδαίμονι παρ’ Ἀπόλλωνι ἐν Ἀμυκλαίῳ, τὴν δὲ ἐν Ἀθήναις ἐν πόλει παρ’ Ἀθηνᾷ.
双方は石柱を建立するものとし、一方はラケダイモンのアミュクライオンのアポロン神殿のそばに、他方はアテナイのアクロポリスのアテナ神殿のそばに建立する。
§5.23.6ἢν δέ τι δοκῇ Λακεδαιμονίοις καὶ Ἀθηναίοις προσθεῖναι καὶ ἀφελεῖν περὶ τῆς ξυμμαχίας, ὅτι ἂν δοκῇ, εὔορκον ἀμφοτέροις εἶναι.
もしラケダイモン人とアテナイ人が、この同盟関係について何かを付け加え、あるいは取り除くことが良いと判断するならば、彼らが合意するいかなる変更も双方にとって誓いに背かないものとする。 ’