§5.18.1‘σπονδὰς ἐποιήσαντο Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι καὶ οἱ ξύμμαχοι κατὰ τάδε, καὶ ὤμοσαν κατὰ πόλεις.
‘アテナイ人とラケダイモン人、およびその同盟国は、以下の条件に従って休戦条約を結び、ポリスごとに誓いを交わした。
§5.18.2περὶ μὲν τῶν ἱερῶν τῶν κοινῶν, θύειν καὶ ἰέναι καὶ μαντεύεσθαι καὶ θεωρεῖν κατὰ τὰ πάτρια τὸν βουλόμενον καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν ἀδεῶς.
共通の聖域に関しては、望む者は誰でも、祖先の習俗に従い、陸路でも海路でも、恐れることなく、犠牲を捧げ、赴き、神託を伺い、使節を送ることを得るものとする。
τὸ δ’ ἱερὸν καὶ τὸν νεὼν τὸν ἐν Δελφοῖς τοῦ Ἀπόλλωνος καὶ Δελφοὺς αὐτονόμους εἶναι καὶ αὐτοτελεῖς καὶ αὐτοδίκους καὶ αὑτῶν καὶ τῆς γῆς τῆς ἑαυτῶν κατὰ τὰ πάτρια.
デルポイのアポロンの聖域と神殿、およびデルポイ人は、祖先の習俗に従い、自身についてもその領土についても、自治を行い、自主課税とし、自主裁判を行う、独立した存在とする。
§5.18.3ἔτη δὲ εἶναι τὰς σπονδὰς πεντήκοντα Ἀθηναίοις καὶ τοῖς ξυμμάχοις τοῖς Ἀθηναίων καὶ Λακεδαιμονίοις καὶ τοῖς ξυμμάχοις τοῖς Λακεδαιμονίων ἀδόλους καὶ ἀβλαβεῖς καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν.
この休戦条約は、アテナイ人とアテナイ人の同盟国、およびラケダイモン人とラケダイモン人の同盟国との間で、欺瞞なく無害なものとして、陸路でも海路でも50年間有効とする。
§5.18.4ὅπλα δὲ μὴ ἐξέστω ἐπιφέρειν ἐπὶ πημονῇ μήτε Λακεδαιμονίους καὶ τοὺς ξυμμάχους ἐπ᾽ Ἀθηναίους καὶ τοὺς ξυμμάχους μήτε Ἀθηναίους καὶ τοὺς ξυμμάχους ἐπὶ Λακεδαιμονίους καὶ τοὺς ξυμμάχους, μήτε τέχνῃ μήτε μηχανῇ μηδεμιᾷ.
危害を加える目的で武器を携えて進軍することは、ラケダイモン人とその同盟国がアテナイ人とその同盟国に対しても、またアテナイ人とその同盟国がラケダイモン人とその同盟国に対しても、いかなる技術によっても、いかなる策略によっても、許されないものとする。
ἢν δέ τι διάφορον ᾖ πρὸς ἀλλήλους, δικαίῳ χρήσθων καὶ ὅρκοις, καθ’ ὅτι ἂν ξυνθῶνται.
もし互いの間に何らかの紛争が生じた場合は、彼らが合意するいかなる方法によっても、司法手続きと宣誓を用いて解決するものとする。
§5.18.5ἀποδόντων δὲ Ἀθηναίοις Λακεδαιμόνιοι καὶ οἱ ξύμμαχοι Ἀμφίπολιν.
ラケダイモン人とその同盟国は、アテナイ人にアンピポリスを返還するものとする。
ὅσας δὲ πόλεις παρέδοσαν Λακεδαιμόνιοι Ἀθηναίοις, ἐξέστω ἀπιέναι ὅποι ἂν βούλωνται αὐτοὺς καὶ τὰ ἑαυτῶν ἔχοντας·
ラケダイモン人がアテナイ人に引き渡すポリスについては、住民自身が自らの財産を携えて、望むところへどこへでも去ることを許すものとする。
τὰς δὲ πόλεις φερούσας τὸν φόρον τὸν ἐπ’ Ἀριστείδου αὐτονόμους εἶναι.
それらのポリスは、アリステイデスの時代の貢納金を支払う限りにおいて、自治を行うものとする。
ὅπλα δὲ μὴ ἐξέστω ἐπιφέρειν Ἀθηναίους μηδὲ τοὺς ξυμμάχους ἐπὶ κακῷ, ἀποδιδόντων τὸν φόρον, ἐπειδὴ αἱ σπονδαὶ ἐγένοντο.
アテナイ人とその同盟国は、これらが貢納金を支払っている限り、また休戦条約が結ばれて以降は、危害を加える目的でこれらに進軍することを許されない。
εἰσὶ δὲ Ἄργιλος, Στάγιρος, Ἄκανθος, Σκῶλος, Ὄλυνθος, Σπάρτωλος.
それらのポリスとは、アルギロス、スタギロス、アカントス、スコロス、オリントス、スパルトロスである。
ξυμμάχους δ’ εἶναι μηδετέρων, μήτε Λακεδαιμονίων μήτε Ἀθηναίων·
これらはラケダイモン人、アテナイ人のいずれの同盟国でもないものとする。
ἢν δὲ Ἀθηναῖοι πείθωσι τὰς πόλεις, βουλομένας ταύτας ἐξέστω ξυμμάχους ποιεῖσθαι αὐτοὺς Ἀθηναίοις.
ただし、アテナイ人がこれらのポリスを説得し、ポリス側が望むならば、アテナイ人はこれらを自国の同盟国とすることを許すものとする。
§5.18.6Μηκυβερναίους δὲ καὶ Σαναίους καὶ Σιγγαίους οἰκεῖν τὰς πόλεις τὰς ἑαυτῶν, καθάπερ Ὀλύνθιοι καὶ Ἀκάνθιοι.
メーキュベルナ人、サネ人、シンゴス人は、オリントス人やアカントス人と同様に、自らのポリスに居住するものとする。
§5.18.7ἀποδόντων δὲ Ἀθηναίοις Λακεδαιμόνιοι καὶ οἱ ξύμμαχοι Πάνακτον.
ラケダイモン人とその同盟国は、アテナイ人にパナクトンを返還するものとする。
ἀποδόντων δὲ καὶ Ἀθηναῖοι Λακεδαιμονίοις Κορυφάσιον καὶ Κύθηρα καὶ Μέθανα καὶ Πτελεὸν καὶ Ἀταλάντην καὶ τοὺς ἄνδρας ὅσοι εἰσὶ Λακεδαιμονίων ἐν τῷ δημοσίῳ τῷ Ἀθηναίων ἢ ἄλλοθί που ὅσης Ἀθηναῖοι ἄρχουσιν ἐν δημοσίῳ·
アテナイ人もまた、ラケダイモン人にコリュパシオン、キュテラ、メタナ、プテレオン、アタランテ、およびアテナイの公の場所にいる、あるいはアテナイが支配する他の場所の公の場所にいるラケダイモン人のすべての人々を返還するものとする。
καὶ τοὺς ἐν Σκιώνῃ πολιορκουμένους Πελοποννησίων ἀφεῖναι καὶ τοὺς ἄλλους ὅσοι Λακεδαιμονίων ξύμμαχοι ἐν Σκιώνῃ εἰσὶ καὶ ὅσους Βρασίδας ἐσέπεμψε καὶ εἴ τις τῶν ξυμμάχων τῶν Λακεδαιμονίων ἐν Ἀθήναις ἐστὶν ἐν τῷ δημοσίῳ ἢ ἄλλοθί που ἧς Ἀθηναῖοι ἄρχουσιν ἐν δημοσίῳ.
また、スキオネで包囲されているペロポネソス人、およびスキオネにいるラケダイモン人の他の同盟国のすべての人々、ブラシダスが送り込んだすべての人々、そしてラケダイモン人の同盟国でアテナイの公の場所にいる、あるいはアテナイが支配する他の場所の公の場所にいる者がいれば、それらを釈放するものとする。
ἀποδόντων δὲ καὶ Λακεδαιμόνιοι καὶ οἱ ξύμμαχοι οὕστινας ἔχουσιν Ἀθηναίων καὶ τῶν ξυμμάχων κατὰ ταὐτά.
ラケダイモン人とその同盟国も、捕虜としているアテナイ人およびその同盟国のすべての人々を同様に返還するものとする。
§5.18.8Σκιωναίων δὲ καὶ Τορωναίων καὶ Σερμυλιῶν καὶ εἴ τινα ἄλλην πόλιν ἔχουσιν Ἀθηναῖοι, Ἀθηναίους βουλεύεσθαι περὶ αὐτῶν καὶ τῶν ἄλλων πόλεων ὅτι ἂν δοκῇ αὐτοῖς.
スキオネ人、トロネ人、セルミュリエ人、およびアテナイ人が占領している他のいかなるポリスについても、アテナイ人はそれらおよび他のポリスについて、自らが決めるいかなる措置をも講じることができるものとする。
§5.18.9ὅρκους δὲ ποιήσασθαι Ἀθηναίους πρὸς Λακεδαιμονίους καὶ τοὺς ξυμμάχους κατὰ πόλεις.
アテナイ人はラケダイモン人およびその同盟国とポリスごとに誓いを交わすものとする。
ὀμνύντων δὲ τὸν ἐπιχώριον ὅρκον ἑκάτεροι τὸν μέγιστον ἑπτὰ καὶ δέκα ἑκάστης πόλεως.
双方は、それぞれのポリスから17名ずつ、それぞれの土地の最も厳粛な誓いによって誓うものとする。
ὁ δ’ ὅρκος ἔστω ὅδε·
その誓いは以下の通りである。
“ἐμμενῶ ταῖς ξυνθήκαις καὶ ταῖς σπονδαῖς ταῖσδε δικαίως καὶ ἀδόλως.
「私はこの合意とこの休戦条約を、公正かつ欺瞞なく遵守する。
” ἔστω δὲ Λακεδαιμονίοις καὶ τοῖς ξυμμάχοις κατὰ ταὐτὰ ὅρκος πρὸς Ἀθηναίους,
」ラケダイモン人とその同盟国からアテナイ人に対する誓いも同様とする。
§5.18.10τὸν δὲ ὅρκον ἀνανεοῦσθαι κατ’ ἐνιαυτὸν ἀμφοτέρους.
誓いは双方が毎年更新するものとする。
στήλας δὲ στῆσαι Ὀλυμπίασι καὶ Πυθοῖ καὶ Ἰσθμοῖ καὶ Ἀθήνησιν ἐν πόλει καὶ ἐν Λακεδαίμονι ἐν Ἀμυκλαίῳ.
また、オリンピア、ピュト、イストモス、アテナイのアクロポリス、およびラケダイモンサ(スパルタ)のアミュクライオンに碑を立てるものとする。
§5.18.11εἰ δέ τι ἀμνημονοῦσιν ὁποτεροιοῦν καὶ ὅτου πέρι, λόγοις δικαίοις χρωμένοις εὔορκον εἶναι ἀμφοτέροις ταύτῃ μεταθεῖναι ὅπῃ ἂν δοκῇ ἀμφοτέροις, Ἀθηναίοις καὶ Λακεδαιμονίοις.
もし双方が何らかの事柄について失念しており、それが何に関するものであっても、公正な議論を通じて、双方、すなわちアテナイ人とラケダイモン人が合意する形で修正することは、双方にとって誓いに背くことにはならないものとする。 ’