§5.116.1τοῦ δ’ ἐπιγιγνομένου χειμῶνος Λακεδαιμόνιοι μελλήσαντες ἐς τὴν Ἀργείαν στρατεύειν, ὡς αὐτοῖς τὰ διαβατήρια [ἱερὰ ἐν τοῖς ὁρίοις ] οὐκ ἐγίγνετο, ἀνεχώρησαν.
翌冬、ラケダイモン人はアルゴス領への遠征を企てたが、国境を越えるための犠牲式 [国境での神聖な儀式] が吉と出なかったため、撤退した。
καὶ Ἀργεῖοι διὰ τὴν ἐκείνων μέλλησιν τῶν ἐν τῇ πόλει τινὰς ὑποπτεύσαντες τοὺς μὲν ξυνέλαβον, οἱ δ’ αὐτοὺς καὶ διέφυγον.
アルゴス人は彼らのこの企てのために市内の何人かを疑い、一部の者を逮捕したが、他の者たちは彼らから逃げおおせた。
§5.116.2καὶ οἱ Μήλιοι περὶ τοὺς αὐτοὺς χρόνους αὖθις καθ’ ἕτερόν τι τοῦ περιτειχίσματος εἷλον τῶν Ἀθηναίων, παρόντων οὐ πολλῶν τῶν φυλάκων.
またメロス人もほぼ同じ時期に、守備兵があまり多く居合わせなかったため、再びアテナイ人の包囲壁の別の箇所を奪取した。
§5.116.3καὶ ἐλθούσης στρατιᾶς ὕστερον ἐκ τῶν Ἀθηνῶν ἄλλης, ὡς ταῦτα ἐγίγνετο, ἧς ἦρχε Φιλοκράτης ὁ Δημέου, καὶ κατὰ κράτος ἤδη πολιορκούμενοι, γενομένης καὶ προδοσίας τινός, ἀφ’ ἑαυτῶν ξυνεχώρησαν τοῖς Ἀθηναίοις ὥστε ἐκείνους περὶ αὐτῶν βουλεῦσαι.
その後、これらの事態を受けて、アテナイからデメアスの子ピロクラテスが率いる別の軍勢が到着し、すでに力づくで包囲され、また裏切りも生じたため、メロス人はアテナイ人が彼らの処遇を決定するという条件で、自ら降伏した。
§5.116.4οἱ δὲ ἀπέκτειναν Μηλίων ὅσους ἡβῶντας ἔλαβον, παῖδας δὲ καὶ γυναῖκας ἠνδραπόδισαν·
アテナイ人は、捕らえたメロス人のうち成人した者をすべて殺害し、子供と女性を奴隷とした。
τὸ δὲ χωρίον αὐτοὶ ᾤκισαν, ἀποίκους ὕστερον πεντακοσίους πέμψαντες.
そして、後に五百人の入植者を派遣して、その土地に自分たちで入植した。