§5.116.1τοῦ δ’ ἐπιγιγνομένου χειμῶνος Λακεδαιμόνιοι μελλήσαντες ἐς τὴν Ἀργείαν στρατεύειν, ὡς αὐτοῖς τὰ διαβατήρια [ἱερὰ ἐν τοῖς ὁρίοις ] οὐκ ἐγίγνετο, ἀνεχώρησαν.
在随后的冬季,拉刻代蒙人企图对阿哥斯领土发动远征,但因国境献祭 [国境处的圣仪] 未现吉兆而撤回。
καὶ Ἀργεῖοι διὰ τὴν ἐκείνων μέλλησιν τῶν ἐν τῇ πόλει τινὰς ὑποπτεύσαντες τοὺς μὲν ξυνέλαβον, οἱ δ’ αὐτοὺς καὶ διέφυγον.
阿哥斯人因他们的这一企图而怀疑城内的某些人,逮捕了其中一部分,而其他人则设法逃脱了他们。
§5.116.2καὶ οἱ Μήλιοι περὶ τοὺς αὐτοὺς χρόνους αὖθις καθ’ ἕτερόν τι τοῦ περιτειχίσματος εἷλον τῶν Ἀθηναίων, παρόντων οὐ πολλῶν τῶν φυλάκων.
大致在同一时期,梅洛斯人由于守卫人数不多,再次夺取了雅典人包围壁的另一处。
§5.116.3καὶ ἐλθούσης στρατιᾶς ὕστερον ἐκ τῶν Ἀθηνῶν ἄλλης, ὡς ταῦτα ἐγίγνετο, ἧς ἦρχε Φιλοκράτης ὁ Δημέου, καὶ κατὰ κράτος ἤδη πολιορκούμενοι, γενομένης καὶ προδοσίας τινός, ἀφ’ ἑαυτῶν ξυνεχώρησαν τοῖς Ἀθηναίοις ὥστε ἐκείνους περὶ αὐτῶν βουλεῦσαι.
随后,由于这些事态的发展,另一支由德梅阿斯之子菲洛克拉特斯率领的军队从雅典抵达。 在遭到全力围攻以及由于内部出现某种背叛的情况下,梅洛斯人主动向雅典人投降,任凭后者决定他们的命运。
§5.116.4οἱ δὲ ἀπέκτειναν Μηλίων ὅσους ἡβῶντας ἔλαβον, παῖδας δὲ καὶ γυναῖκας ἠνδραπόδισαν· τὸ δὲ χωρίον αὐτοὶ ᾤκισαν, ἀποίκους ὕστερον πεντακοσίους πέμψαντες.
雅典人杀死了所有他们抓获的成年梅洛斯男子,将妇女和儿童卖为奴隶;他们自己占领了该地,后来派遣了五百名殖民者。