§5.115.1καὶ Ἀργεῖοι κατὰ τὸν χρόνον τὸν αὐτὸν ἐσβαλόντες ἐς τὴν Φλειασίαν καὶ λοχισθέντες ὑπό τε Φλειασίων καὶ τῶν σφετέρων φυγάδων διεφθάρησαν ὡς ὀγδοήκοντα.
与此同时,阿哥斯人侵入弗利亚西亚,但遭到弗利亚斯人及他们自己流亡者的伏击,损失了约八十人。
§5.115.2καὶ οἱ ἐκ τῆς Πύλου Ἀθηναῖοι Λακεδαιμονίων πολλὴν λείαν ἔλαβον· καὶ Λακεδαιμόνιοι δι’ αὐτὸ τὰς μὲν σπονδὰς οὐδ’ ὣς ἀφέντες ἐπολέμουν αὐτοῖς, ἐκήρυξαν δὲ εἴ τις βούλεται παρὰ σφῶν Ἀθηναίους λῄζεσθαι.
此外,在皮洛斯的雅典人从拉刻代蒙人那里掠夺了大量财物;尽管如此,拉刻代蒙人仍未撕毁和约与他们开战,而是发布宣告,称其部属中若有人想要掠夺雅典人,均可自行其事。
§5.115.3καὶ Κορίνθιοι ἐπολέμησαν ἰδίων τινῶν διαφορῶν ἕνεκα τοῖς Ἀθηναίοις· οἱ δ’ ἄλλοι Πελοποννήσιοι ἡσύχαζον.
科林斯人也因一些私怨与雅典人开战;而其余的伯罗奔尼撒人则保持沉默。
§5.115.4εἷλον δὲ καὶ οἱ Μήλιοι τῶν Ἀθηναίων τοῦ περιτειχίσματος τὸ κατὰ τὴν ἀγορὰν προσβαλόντες νυκτός, καὶ ἄνδρας τε ἀπέκτειναν καὶ ἐσενεγκάμενοι σῖτόν τε καὶ ὅσα πλεῖστα ἐδύναντο χρήσιμα ἀναχωρήσαντες ἡσύχαζον· καὶ οἱ Ἀθηναῖοι ἄμεινον τὴν φυλακὴν τὸ ἔπειτα παρεσκευάζοντο.
梅洛斯人也在夜间发动进攻,夺取了雅典人包围壁中靠近集市的那一部分,杀死了守卫,并在运进粮食和尽可能多的有用物资后撤回,保持静默;此后,雅典人便开始准备更严密地设防。
καὶ τὸ θέρος ἐτελεύτα.
夏季结束。