§4.72.1ἅμα δὲ τῇ ἕῳ οἱ Βοιωτοὶ παρῆσαν, διανενοημένοι μὲν καὶ πρὶν Βρασίδαν πέμψαι βοηθεῖν ἐπὶ τὰ Μέγαρα, ὡς οὐκ ἀλλοτρίου ὄντος τοῦ κινδύνου, καὶ ἤδη ὄντες πανστρατιᾷ Πλαταιᾶσιν·
夜明けとともにボイオティア人たちが到着した。 彼らは、危険は他人事ではないと考えて、ブラシダスが使者を送ってメガラの救援を求める前からすでにそうするつもりでおり、すでに全軍を率いてプラタイアに集結していた。
ἐπειδὴ δὲ καὶ ἦλθεν ὁ ἄγγελος, πολλῷ μᾶλλον ἐρρώσθησαν, καὶ ἀποστείλαντες διακοσίους καὶ δισχιλίους ὁπλίτας καὶ ἱππέας ἑξακοσίους τοῖς πλέοσιν ἀπῆλθον πάλιν.
しかし、使者もまた到着すると、彼らはなおいっそう奮起し、重装歩兵二千二百人と騎兵六百人を派遣した上で、大半の軍勢とともに再び引き揚げた。
§4.72.2παρόντος δὲ ἤδη ξύμπαντος τοῦ στρατεύματος, ὁπλιτῶν οὐκ ἔλασσον ἑξακισχιλίων, καὶ τῶν Ἀθηναίων τῶν μὲν ὁπλιτῶν περί τε τὴν Νίσαιαν ὄντων καὶ τὴν θάλασσαν ἐν τάξει, τῶν δὲ ψιλῶν ἀνὰ τὸ πεδίον ἐσκεδασμένων, οἱ ἱππῆς οἱ τῶν Βοιωτῶν ἀπροσδοκήτοις ἐπιπεσόντες τοῖς ψιλοῖς ἔτρεψαν ἐπὶ τὴν θάλασσαν (ἐν γὰρ τῷ πρὸ τοῦ οὐδεμία βοήθειά πω τοῖς Μεγαρεῦσιν οὐδαμόθεν ἐπῆλθεν)·
このようにして重装歩兵六千人を下らない全軍がすでに到着しており、アテナイ人の側は、重装歩兵がニサイアと海の周辺に陣を整えて位置し、軽装歩兵が平野に散らばっていたとき、ボイオティアの騎兵たちが、不意を突いて軽装歩兵たちに襲いかかり、彼らを海へと退却させた(というのも、それ以前にはメガラ人にはどこからもいかなる救援も届いていなかったからである)。
§4.72.3ἀντεπεξελάσαντες δὲ καὶ οἱ τῶν Ἀθηναίων ἐς χεῖρας ᾖσαν, καὶ ἐγένετο ἱππομαχία ἐπὶ πολύ, ἐν ᾗ ἀξιοῦσιν ἑκάτεροι οὐχ ἥσσους γενέσθαι.
アテナイの騎兵もまた迎え撃って出撃し、白兵戦に突入した。 そして長きにわたって騎兵戦が行われ、その戦闘において、双方が自分たちは引けを取らなかったと主張した。
§4.72.4τὸν μὲν γὰρ ἵππαρχον τῶν Βοιωτῶν καὶ ἄλλους τινὰς οὐ πολλοὺς πρὸς αὐτὴν τὴν Νίσαιαν προσελάσαντας οἱ Ἀθηναῖοι [καὶ] ἀποκτείναντες ἐσκύλευσαν, καὶ τῶν τε νεκρῶν τούτων κρατήσαντες ὑποσπόνδους ἀπέδοσαν καὶ τροπαῖον ἔστησαν·
実際、ボイオティアの騎兵指揮官と他のわずかな者たちがニサイアのすぐ近くまで迫ったところを、アテナイ人たちは殺害してその武具を剥ぎ、これらの遺体を確保した上で、休戦協定に基づいて引き渡し、戦勝記念碑を建てた。
οὐ μέντοι ἔν γε τῷ παντὶ ἔργῳ βεβαίως οὐδέτεροι τελευτήσαντες ἀπεκρίθησαν, ἀλλ’ οἱ μὲν Βοιωτοὶ πρὸς τοὺς ἑαυτῶν, οἱ δὲ ἐπὶ τὴν Νίσαιαν.
とはいえ、戦闘全体においては、いずれの側も決定的な決着を見て退いたわけではなく、ボイオティア人は自軍のもとへ、アテナイ人はニサイアへと引き揚げた。