§4.135.1ἀπεπείρασε δὲ τοῦ αὐτοῦ χειμῶνος καὶ ὁ Βρασίδας τελευτῶντος καὶ πρὸς ἔαρ ἤδη Ποτειδαίας.
同じ冬の終わり、すでに春に近づく頃、ブラシダスもまたポテイダイアへの奪取を試みた。
προσελθὼν γὰρ νυκτὸς καὶ κλίμακα προσθεὶς μέχρι μὲν τούτου ἔλαθεν·
というのも、彼は夜間に接近して梯子を掛け、ここまでは気づかれずに進んだからである。
τοῦ γὰρ κώδωνος παρενεχθέντος οὕτως ἐς τὸ διάκενον, πρὶν ἐπανελθεῖν τὸν παραδιδόντα αὐτόν, ἡ πρόσθεσις ἐγένετο·
すなわち、巡回の呼び鈴がちょうど中間の空き地へと運ばれ、それを引き渡す者が戻ってくる前の隙に、梯子の設置が行われたのである。
ἔπειτα μέντοι εὐθὺς αἰσθομένων, πρὶν προσβῆναι, ἀπήγαγε πάλιν κατὰ τάχος τὴν στρατιὰν καὶ οὐκ ἀνέμεινεν ἡμέραν γενέσθαι.
しかし、直後に気づかれたため、登る前に、彼は急いで軍を再び退却させ、夜が明けるのを待たなかった。
§4.135.2καὶ ὁ χειμὼν ἐτελεύτα, καὶ ἔνατον ἔτος τῷ πολέμῳ ἐτελεύτα τῷδε ὃν Θουκυδίδης ξυνέγραψεν.
こうして冬が終わり、トゥキディデスが記録したこの戦争の第九年目もまた終わった。