§4.11.1τοσαῦτα τοῦ Δημοσθένους παρακελευσαμένου οἱ Ἀθηναῖοι ἐθάρσησάν τε μᾶλλον καὶ ἐπικαταβάντες ἐτάξαντο παρ’ αὐτὴν τὴν θάλασσαν.
デモステネスがこのように励ますと、アテナイ人たちはさらに勇気を奮い起こし、波打ち際まで下りていって、まさにその海のそばに陣を敷いた。
§4.11.2οἱ δὲ Λακεδαιμόνιοι ἄραντες τῷ τε κατὰ γῆν στρατῷ προσέβαλλον τῷ τειχίσματι καὶ ταῖς ναυσὶν ἅμα οὔσαις τεσσαράκοντα καὶ τρισί, ναύαρχος δὲ αὐτῶν ἐπέπλει Θρασυμηλίδας ὁ Κρατησικλέους Σπαρτιάτης.
一方、ラケダイモン人たちは軍を動かし、陸上軍によって、また同時に四十三隻の船によって、その砦を攻撃した。 船隊の指揮官としてスパルタ人クラテシクレスの子トラスメリダスが乗船して指揮していた。
προσέβαλλε δὲ ᾗπερ ὁ Δημοσθένης προσεδέχετο.
そして、まさにデモステネスが予想していた場所に攻撃を仕掛けてきた。
§4.11.3καὶ οἱ μὲν Ἀθηναῖοι ἀμφοτέρωθεν ἔκ τε γῆς καὶ ἐκ θαλάσσης ἠμύνοντο·
アテナイ人たちは陸と海の両方から、二正面で防戦した。
οἱ δὲ κατ’ ὀλίγας ναῦς διελόμενοι, διότι οὐκ ἦν πλέοσι προσσχεῖν, καὶ ἀναπαύοντες ἐν τῷ μέρει τοὺς ἐπίπλους ἐποιοῦντο, προθυμίᾳ τε πάσῃ χρώμενοι καὶ παρακελευσμῷ, εἴ πως ὠσάμενοι ἕλοιεν τὸ τείχισμα.
これに対し敵は、より多くの船で接岸することが不可能であったため、少数の船ごとに分かれ、交代で休息を取りながら襲撃を繰り返し、なんとかして押し入って砦を奪取しようと、あらん限りの熱意と励まし合いをもって攻め立てた。
§4.11.4πάντων δὲ φανερώτατος Βρασίδας ἐγένετο.
中でも最も際立った活躍を見せたのがブラシダスであった。
τριηραρχῶν γὰρ καὶ ὁρῶν τοῦ χωρίου χαλεποῦ ὄντος τοὺς τριηράρχους καὶ κυβερνήτας, εἴ που καὶ δοκοίη δυνατὸν εἶναι σχεῖν, ἀποκνοῦντας καὶ φυλασσομένους τῶν νεῶν μὴ ξυντρίψωσιν, ἐβόα λέγων ὡς οὐκ εἰκὸς εἴη ξύλων φειδομένους τοὺς πολεμίους ἐν τῇ χώρᾳ περιιδεῖν τεῖχος πεποιημένους, ἀλλὰ τάς τε σφετέρας ναῦς βιαζομένους τὴν ἀπόβασιν καταγνύναι ἐκέλευε, καὶ τοὺς ξυμμάχους μὴ ἀποκνῆσαι ἀντὶ μεγάλων εὐεργεσιῶν τὰς ναῦς τοῖς Λακεδαιμονίοις ἐν τῷ παρόντι ἐπιδοῦναι, ὀκείλαντας δὲ καὶ παντὶ τρόπῳ ἀποβάντας τῶν τε ἀνδρῶν καὶ τοῦ χωρίου κρατῆσαι.
彼は三段櫂船の指揮官として指揮を執っていたが、地形が困難なため、他の指揮官や舵手たちが、たとえ接岸が可能と思える場所であっても、船を大破させることを恐れて躊躇し、警戒しているのを見て、大声でこう叫んだ。 「船を惜しんで、敵が自分たちの領土に砦を築き上げたのを見過ごすのは道理に合わない。 むしろ自分たちの船を、強行上陸によって大破させるべきだ」と命じ、さらに同盟国に対しては、「過去に受けた多大な恩恵に報いるためにも、今こそラケダイモン人のために船を捧げることを躊躇してはならない。 船を乗り上げさせ、あらゆる手段で上陸し、敵の兵とこの地を制圧せよ」と命じた。