§3.98.1μέχρι μὲν οὖν οἱ τοξόται εἶχόν τε τὰ βέλη αὐτοῖς καὶ οἷοί τε ἦσαν χρῆσθαι, οἱ δὲ ἀντεῖχον (τοξευόμενοι γὰρ οἱ Αἰτωλοὶ ἄνθρωποι ψιλοὶ ἀνεστέλλοντο)·
したがって、弓兵たちが矢を持ち、それを使うことができている間は、彼らは持ちこたえていた(矢で射られると、軽装兵であるアイトリア人たちは退けられたからである)。
ἐπειδὴ δὲ τοῦ τε τοξάρχου ἀποθανόντος οὗτοι διεσκεδάσθησαν καὶ αὐτοὶ ἐκεκμήκεσαν καὶ ἐπὶ πολὺ τῷ αὐτῷ πόνῳ ξυνεχόμενοι, οἵ τε Αἰτωλοὶ ἐνέκειντο καὶ ἐσηκόντιζον, οὕτω δὴ τραπόμενοι ἔφευγον, καὶ ἐσπίπτοντες ἔς τε χαράδρας ἀνεκβάτους καὶ χωρία ὧν οὐκ ἦσαν ἔμπειροι διεφθείροντο·
しかし、隊長が戦死して彼らが散り散りになり、彼ら自身も長い間同じ苦闘にさらされ続けて疲弊し、アイトリア人が襲いかかって槍を投げつけてくると、ついに敗走し始め、抜け出せない谷間や、不案内な土地に迷い込んで命を落とした。
καὶ γὰρ ὁ ἡγεμὼν αὐτοῖς τῶν ὁδῶν Χρόμων ὁ Μεσσήνιος ἐτύγχανε τεθνηκώς.
というのも、彼らの道案内であったメッセニア人のクロモンが、すでに戦死していたからである。
§3.98.2οἱ δὲ Αἰτωλοὶ ἐσακοντίζοντες πολλοὺς μὲν αὐτοῦ ἐν τῇ τροπῇ κατὰ πόδας αἱροῦντες ἄνθρωποι ποδώκεις καὶ ψιλοὶ διέφθειρον, τοὺς δὲ πλείους τῶν ὁδῶν ἁμαρτάνοντας καὶ ἐς τὴν ὕλην ἐσφερομένους, ὅθεν διέξοδοι οὐκ ἦσαν, πῦρ κομισάμενοι περιεπίμπρασαν·
アイトリア人は槍を浴びせ、足が速く軽装であったため、敗走のその場で追いついて多くの者を殺害し、大半の者は道を誤って逃げ口のない森へと逃げ込んだが、火を持ってきてその周囲を焼き払った。
§3.98.3πᾶσά τε ἰδέα κατέστη τῆς φυγῆς καὶ τοῦ ὀλέθρου τῷ στρατοπέδῳ τῶν Ἀθηναίων, μόλις τε ἐπὶ τὴν θάλασσαν καὶ τὸν Οἰνεῶνα τῆς Λοκρίδος, ὅθεν περ καὶ ὡρμήθησαν, οἱ περιγενόμενοι κατέφυγον.
アテナイの軍勢にはありとあらゆる形の敗走と死がもたらされ、生き残った者たちはかろうじて海、および彼らが出発した地であるロクリスのオイネオンへと逃げ帰った。
§3.98.4ἀπέθανον δὲ τῶν τε ξυμμάχων πολλοὶ καὶ αὐτῶν Ἀθηναίων ὁπλῖται περὶ εἴκοσι μάλιστα καὶ ἑκατόν.
同盟軍の多くが戦死し、アテナイ人自身の中からも約百二十人の重装兵が命を落とした。
τοσοῦτοι μὲν τὸ πλῆθος καὶ ἡλικία ἡ αὐτὴ οὗτοι βέλτιστοι δὴ ἄνδρες ἐν τῷ πολέμῳ τῷδε ἐκ τῆς Ἀθηναίων πόλεως διεφθάρησαν·
これほど多くの数、そして若き精鋭たちであり、彼らはこの戦争において、アテナイの市から失われた最も優れた人々であった。
ἀπέθανε δὲ καὶ ὁ ἕτερος στρατηγὸς Προκλῆς.
また、もう一人の将軍プロクレスも戦死した。
§3.98.5τοὺς δὲ νεκροὺς ὑποσπόνδους ἀνελόμενοι παρὰ τῶν Αἰτωλῶν καὶ ἀναχωρήσαντες ἐς Ναύπακτον ὕστερον ἐς τὰς Ἀθήνας ταῖς ναυσὶν ἐκομίσθησαν.
彼らはアイトリア人から休戦協定のもとで死体を回収し、ナウパクトスへと退却したのち、後に船でアテナイへと帰還した。
Δημοσθένης δὲ περὶ Ναύπακτον καὶ τὰ χωρία ταῦτα ὑπελείφθη, τοῖς πεπραγμένοις φοβούμενος τοὺς Ἀθηναίους.
しかしデモステネスは、今回の出来事のためにアテナイの人々を恐れ、ナウパクトスとその周辺の地域に留まった。