§3.88.1καὶ οἱ μὲν ἐν Σικελίᾳ Ἀθηναῖοι καὶ Ῥηγῖνοι τοῦ αὐτοῦ χειμῶνος τριάκοντα ναυσὶ στρατεύουσιν ἐπὶ τὰς Αἰόλου νήσους καλουμένας·
そして、シケリアにいるアテナイ人とレギオン人とは、同じ冬の間に、三十隻の船をもって、いわゆるアイオロスの諸島へと遠征した。
θέρους γὰρ δι’ ἀνυδρίαν ἀδύνατα ἦν ἐπιστρατεύειν.
夏は水不足のために遠征することが不可能であったからである。
§3.88.2νέμονται δὲ Λιπαραῖοι αὐτάς, Κνιδίων ἄποικοι ὄντες.
これらの島々はリパラ人が領有しており、彼らはクニドス人からの植民者であった。
οἰκοῦσι δ’ ἐν μιᾷ τῶν νήσων οὐ μεγάλῃ, καλεῖται δὲ Λιπάρα·
彼らはそれらの島々のうち、大きくはない一つの島に住んでおり、それはリパラと呼ばれている。
τὰς δὲ ἄλλας ἐκ ταύτης ὁρμώμενοι γεωργοῦσι, Διδύμην καὶ Στρογγύλην καὶ Ἱεράν.
そして、この島から出発して、他の島々、すなわちディデュメ、ストロンギュレ、ヒエラを耕作している。
§3.88.3νομίζουσι δὲ οἱ ἐκείνῃ ἄνθρωποι ἐν τῇ Ἱερᾷ ὡς ὁ Ἥφαιστος χαλκεύει, ὅτι τὴν νύκτα φαίνεται πῦρ ἀναδιδοῦσα πολὺ καὶ τὴν ἡμέραν καπνόν.
また、その地の人々は、ヒエラ島でヘパイストスが鍛冶仕事をしていると信じている。 なぜなら、そこは夜には多くの火を、昼には煙を噴き出しているのが見えるからである。
κεῖνται δὲ αἱ νῆσοι αὗται κατὰ τὴν Σικελῶν καὶ Μεσσηνίων γῆν, ξύμμαχοι δ’ ἦσαν Συρακοσίων.
これらの島々はシケロイ人とメッセニア人の土地の向かいに位置しており、シュラクサイ人の同盟者であった。
§3.88.4τεμόντες δ’ οἱ Ἀθηναῖοι τὴν γῆν, ὡς οὐ προσεχώρουν, ἀπέπλευσαν ἐς τὸ Ῥήγιον.
アテナイ人は彼らの土地を荒らしたが、彼らが帰順しなかったので、レギオンへと船で引き揚げた。
καὶ ὁ χειμὼν ἐτελεύτα, καὶ πέμπτον ἔτος τῷ πολέμῳ ἐτελεύτα τῷδε ὃν Θουκυδίδης ξυνέγραψεν.
こうして冬が終わり、トゥキディデスが記述したこの戦争の第五年が幕を閉じた。