§3.87.1τοῦ δ’ ἐπιγιγνομένου χειμῶνος ἡ νόσος τὸ δεύτερον ἐπέπεσε τοῖς Ἀθηναίοις, ἐκλιποῦσα μὲν οὐδένα χρόνον τὸ παντάπασιν, ἐγένετο δέ τις ὅμως διοκωχή.
続く冬に、疫病が二度目にアテナイ人を見舞った。 完全に絶えた期間は全くなかったものの、それでもある程度の小康状態は生じていた。
§3.87.2παρέμεινε δὲ τὸ μὲν ὕστερον οὐκ ἔλασσον ἐνιαυτοῦ, τὸ δὲ πρότερον καὶ δύο ἔτη, ὥστε Ἀθηναίους γε μὴ εἶναι ὅτι μᾶλλον τούτου ἐπίεσε καὶ ἐκάκωσε τὴν δύναμιν·
このうち後者(二度目の流行)は一年を下回らない期間持続し、前者(最初の流行)は二年もの間持続した。 その結果、アテナイ人の国力をこれ以上に圧迫し、損なったものは他になかったほどである。
§3.87.3τετρακοσίων γὰρ ὁπλιτῶν καὶ τετρακισχιλίων οὐκ ἐλάσσους ἀπέθανον ἐκ τῶν τάξεων καὶ τριακοσίων ἱππέων, τοῦ δὲ ἄλλου ὄχλου ἀνεξεύρετος ἀριθμός.
というのも、戦闘部隊から四千四百人を下回らない重装歩兵と、三百人の騎兵が死亡し、その他の一般市民の死亡者数は計り知れないものであったからである。
§3.87.4ἐγένοντο δὲ καὶ οἱ πολλοὶ σεισμοὶ τότε τῆς γῆς, ἔν τε Ἀθήναις καὶ ἐν Εὐβοίᾳ καὶ ἐν Βοιωτοῖς καὶ μάλιστα ἐν Ὀρχομενῷ τῷ Βοιωτίῳ.
また当時、数多くの地震が地に発生したが、それはアテナイ、エウボイア、ボイオティア、なかでもボイオティアのオルコメノスにおいて顕著であった。