§3.51.1ἐν δὲ τῷ αὐτῷ θέρει μετὰ τὴν Λέσβου ἅλωσιν Ἀθηναῖοι Νικίου τοῦ Νικηράτου στρατηγοῦντος ἐστράτευσαν ἐπὶ Μινῴαν τὴν νῆσον, ἣ κεῖται πρὸ Μεγάρων·
レスボス攻略後の同じ夏、アテナイ人はニケラトスの子ニキアスの指揮のもと、メガラの沖合に位置するミノア島へ遠征した。
ἐχρῶντο δὲ αὐτῇ πύργον ἐνοικοδομήσαντες οἱ Μεγαρῆς φρουρίῳ.
メガラ人はそこに塔を建てて砦として利用していた。
§3.51.2ἐβούλετο δὲ Νικίας τὴν φυλακὴν αὐτόθεν δι’ ἐλάσσονος τοῖς Ἀθηναίοις καὶ μὴ ἀπὸ τοῦ Βουδόρου καὶ τῆς Σαλαμῖνος εἶναι, τούς τε Πελοποννησίους, ὅπως μὴ ποιῶνται ἔκπλους αὐτόθεν λανθάνοντες τριήρων τε, οἷον καὶ τὸ πρὶν γενόμενον, καὶ λῃστῶν ἐκπομπαῖς, τοῖς τε Μεγαρεῦσιν ἅμα μηδὲν ἐσπλεῖν.
ニキアスが望んだのは、アテナイ人による監視が、ブドロンやサラミスからではなく、より近距離のこの場所から行われることであり、また、ペロポネソス人が以前あったように三段櫂船を密かに出港させたり海賊を派遣したりするのを防ぐことであり、同時にメガラ人に向けて何も運び込まれないようにすることであった。
§3.51.3ἑλὼν οὖν ἀπὸ τῆς Νισαίας πρῶτον δύο πύργω προύχοντε μηχαναῖς ἐκ θαλάσσης καὶ τὸν ἔσπλουν ἐς τὸ μεταξὺ τῆς νήσου ἐλευθερώσας ἀπετείχιζε καὶ τὸ ἐκ τῆς ἠπείρου, ᾗ κατὰ γέφυραν διὰ τενάγους ἐπιβοήθεια ἦν τῇ νήσῳ οὐ πολὺ διεχούσῃ τῆς ἠπείρου.
そこで彼は、まずニサイアの側から海に突き出た二つの塔を攻城兵器によって海から攻略し、島との間の水路を確保した上で、大陸側からの接近路をも壁を築いて遮断した。 そこでは、大陸からさほど離れていないこの島に向けて、浅瀬にかかる橋を通じて救援が送られていた。
§3.51.4ὡς δὲ τοῦτο ἐξειργάσαντο ἐν ἡμέραις ὀλίγαις, ὕστερον δὴ καὶ ἐν τῇ νήσῳ τεῖχος ἐγκαταλιπὼν καὶ φρουρὰν ἀνεχώρησε τῷ στρατῷ.
数日のうちにこの工事を完了すると、彼はその後、島にも砦と守備隊を残し、軍を引き連れて撤退した。