§2.66.1οἱ δὲ Λακεδαιμόνιοι καὶ οἱ ξύμμαχοι τοῦ αὐτοῦ θέρους ἐστράτευσαν ναυσὶν ἑκατὸν ἐς Ζάκυνθον τὴν νῆσον, ἣ κεῖται ἀντιπέρας Ἤλιδος·
一方、ラケダイモン人とその同盟国は、同じ夏の間に、エリスの向かいに位置するザキュントス島へ、百隻の船で遠征した。
εἰσὶ δὲ Ἀχαιῶν τῶν ἐκ Πελοποννήσου ἄποικοι καὶ Ἀθηναίοις ξυνεμάχουν.
彼らはペロポネソス出身のアカイア人の入植者であり、アテナイ人と同盟関係にあった。
§2.66.2ἐπέπλεον δὲ Λακεδαιμονίων χίλιοι ὁπλῖται καὶ Κνῆμος Σπαρτιάτης ναύαρχος.
船にはラケダイモン人の重装歩兵千人と、スパルタの海軍司令官クネモスが乗り組んでいた。
ἀποβάντες δὲ ἐς τὴν γῆν ἐδῄωσαν τὰ πολλά.
彼らは上陸して、土地の大部分を荒廃させた。
καὶ ἐπειδὴ οὐ ξυνεχώρουν, ἀπέπλευσαν ἐπ’ οἴκου.
しかし、彼らが応じなかったため、彼らは本国へ向けて出帆した。