§2.49.1τὸ μὲν γὰρ ἔτος, ὡς ὡμολογεῖτο, ἐκ πάντων μάλιστα δὴ ἐκεῖνο ἄνοσον ἐς τὰς ἄλλας ἀσθενείας ἐτύγχανεν ὄν·
というのも、その年は、誰もが認めるところによれば、他のあらゆる病気に関して、とりわけ最も健康な(病気から免れた)年であったからである。
εἰ δέ τις καὶ προύκαμνέ τι, ἐς τοῦτο πάντα ἀπεκρίθη.
そして、もし誰かが事前に何らかの病気に罹っていたとしても、すべてがこれ(この疫病)へと収束した。
§2.49.2τοὺς δὲ ἄλλους ἀπ’ οὐδεμιᾶς προφάσεως, ἀλλ’ ἐξαίφνης ὑγιεῖς ὄντας πρῶτον μὲν τῆς κεφαλῆς θέρμαι ἰσχυραὶ καὶ τῶν ὀφθαλμῶν ἐρυθήματα καὶ φλόγωσις ἐλάμβανε, καὶ τὰ ἐντός, ἥ τε φάρυγξ καὶ ἡ γλῶσσα, εὐθὺς αἱματώδη ἦν καὶ πνεῦμα ἄτοπον καὶ δυσῶδες ἠφίει·
しかし他の人々、すなわち何ら明白な原因もなく、突然、健康であった人々を、まずは頭部の激しい熱と、両眼の充血および炎症が襲い、そして内部、すなわち咽頭と舌は、直ちに血のようになり、異様で悪臭を放つ息を吐き出した。
§2.49.3ἔπειτα ἐξ αὐτῶν πταρμὸς καὶ βράγχος ἐπεγίγνετο, καὶ ἐν οὐ πολλῷ χρόνῳ κατέβαινεν ἐς τὰ στήθη ὁ πόνος μετὰ βηχὸς ἰσχυροῦ·
その後、それらの症状から、くしゃみと声枯れが生じ、そして間もなく、その苦痛は激しい咳を伴って胸へと下っていった。
καὶ ὁπότε ἐς τὴν καρδίαν στηρίξειεν, ἀνέστρεφέ τε αὐτὴν καὶ ἀποκαθάρσεις χολῆς πᾶσαι ὅσαι ὑπὸ ἰατρῶν ὠνομασμέναι εἰσὶν ἐπῇσαν, καὶ αὗται μετὰ ταλαιπωρίας μεγάλης.
そして、それが胃に定着すると、胃をひっくり返し、医師たちによって名付けられているあらゆる種類の胆汁の排出が襲い、それもまた激しい苦痛を伴った。
§2.49.4λύγξ τε τοῖς πλέοσιν ἐνέπιπτε κενή, σπασμὸν ἐνδιδοῦσα ἰσχυρόν, τοῖς μὲν μετὰ ταῦτα λωφήσαντα, τοῖς δὲ καὶ πολλῷ ὕστερον.
また、大半の人々に空嘔吐が襲い、激しい痙攣を引き起こした。 それは、ある人々においてはその直後に治まり、他の人々においてははるか後になってから治まった。
§2.49.5καὶ τὸ μὲν ἔξωθεν ἁπτομένῳ σῶμα οὔτ’ ἄγαν θερμὸν ἦν οὔτε χλωρόν, ἀλλ’ ὑπέρυθρον, πελιτνόν, φλυκταίναις μικραῖς καὶ ἕλκεσιν ἐξηνθηκός·
そして、外側から触れてみると、体は過度に熱くもなく、また青白くもなく、むしろ赤みを帯び、どす黒く、小さな水泡と潰瘍が吹き出ていた。
τὰ δὲ ἐντὸς οὕτως ἐκάετο ὥστε μήτε τῶν πάνυ λεπτῶν ἱματίων καὶ σινδόνων τὰς ἐπιβολὰς μηδ’ ἄλλο τι ἢ γυμνοὶ ἀνέχεσθαι, ἥδιστά τε ἂν ἐς ὕδωρ ψυχρὸν σφᾶς αὐτοὺς ῥίπτειν.
しかし内側は非常に激しく燃え盛っていたため、極めて薄い衣類や亜麻布を羽織ることも、あるいは裸でいること以外は何も耐えられず、冷たい水の中に身を投じることをこの上なく望むほどであった。
καὶ πολλοὶ τοῦτο τῶν ἠμελημένων ἀνθρώπων καὶ ἔδρασαν ἐς φρέατα, τῇ δίψῃ ἀπαύστῳ ξυνεχόμενοι·
そして、看病されずに放置されていた多くの人々が、抑えきれない渇きに苛まれて、実際にこれを井戸に対して行なった。
καὶ ἐν τῷ ὁμοίῳ καθειστήκει τό τε πλέον καὶ ἔλασσον ποτόν.
そして、多く飲むことも少なく飲むことも、同じことであった。
§2.49.6καὶ ἡ ἀπορία τοῦ μὴ ἡσυχάζειν καὶ ἡ ἀγρυπνία ἐπέκειτο διὰ παντός.
また、じっとしていられないという、もだえ苦しみと不眠が絶えず付きまとった。
καὶ τὸ σῶμα, ὅσονπερ χρόνον καὶ ἡ νόσος ἀκμάζοι, οὐκ ἐμαραίνετο, ἀλλ’ ἀντεῖχε παρὰ δόξαν τῇ ταλαιπωρίᾳ, ὥστε ἢ διεφθείροντο οἱ πλεῖστοι ἐναταῖοι καὶ ἑβδομαῖοι ὑπὸ τοῦ ἐντὸς καύματος, ἔτι ἔχοντές τι δυνάμεως, ἢ εἰ διαφύγοιεν, ἐπικατιόντος τοῦ νοσήματος ἐς τὴν κοιλίαν καὶ ἑλκώσεώς τε αὐτῇ ἰσχυρᾶς ἐγγιγνομένης καὶ διαρροίας ἅμα ἀκράτου ἐπιπιπτούσης οἱ πολλοὶ ὕστερον δι’ αὐτὴν ἀσθενείᾳ διεφθείροντο.
そして体は、病気が全盛期にある間中、衰えることなく、予想に反してその苦痛に耐え抜いた。 そのため、大半の者は体内の熱のために、まだ幾らかの体力を残しながらも、九日目か七日目に死んでいくか、あるいは、もしそこを免れたとしても、病が腹部へと下り、そこに激しい潰瘍が生じ、同時に激しい下痢が襲うことによって、多くの者が後にそのための衰弱によって命を落とした。
§2.49.7διεξῄει γὰρ διὰ παντὸς τοῦ σώματος ἄνωθεν ἀρξάμενον τὸ ἐν τῇ κεφαλῇ πρῶτον ἱδρυθὲν κακόν, καὶ εἴ τις ἐκ τῶν μεγίστων περιγένοιτο, τῶν γε ἀκρωτηρίων ἀντίληψις αὐτοῦ ἐπεσήμαινεν.
というのも、最初に頭部に定着したその病禍は、上から始まって全身を通り抜けていき、もし誰かが最悪の事態を免れたとしても、少なくとも手足の先がそれに冒されたという痕跡を残したからである。
§2.49.8κατέσκηπτε γὰρ ἐς αἰδοῖα καὶ ἐς ἄκρας χεῖρας καὶ πόδας, καὶ πολλοὶ στερισκόμενοι τούτων διέφευγον, εἰσὶ δ’ οἳ καὶ τῶν ὀφθαλμῶν.
すなわち、それは生殖器や手足の先端に襲いかかり、多くの者がこれらを失いながらも生き延び、中には両眼を失う者さえいた。
τοὺς δὲ καὶ λήθη ἐλάμβανε παραυτίκα ἀναστάντας τῶν πάντων ὁμοίως, καὶ ἠγνόησαν σφᾶς τε αὐτοὺς καὶ τοὺς ἐπιτηδείους.
またある人々は、回復した直後に、あらゆることについて同様に忘却に襲われ、自分自身のことも親しい人々のことも分からなくなってしまった。