§2.23.1οἱ δὲ Πελοποννήσιοι, ἐπειδὴ οὐκ ἐπεξῇσαν αὐτοῖς οἱ Ἀθηναῖοι ἐς μάχην, ἄραντες ἐκ τῶν Ἀχαρνῶν ἐδῄουν τῶν δήμων τινὰς ἄλλους τῶν μεταξὺ Πάρνηθος καὶ Βριλησσοῦ ὄρους.
一方、ペロポネソス人たちは、アテナイ人が彼らに対して戦いに出撃してこなかったので、アカルナイから軍を動かして、パルネス山とブリレッソス山の間にある他のいくつかのデモスを荒らしまわった。
§2.23.2ὄντων δὲ αὐτῶν ἐν τῇ γῇ οἱ Ἀθηναῖοι ἀπέστειλαν τὰς ἑκατὸν ναῦς περὶ Πελοπόννησον ἅσπερ παρεσκευάζοντο καὶ χιλίους ὁπλίτας ἐπ’ αὐτῶν καὶ τοξότας τετρακοσίους·
彼らがその地にいる間に、アテナイ人は、かねて準備していた百隻の船をペロポネソス周辺に派遣し、その船に千人の重装歩兵と四百人の弓兵を乗船させた。
ἐστρατήγει δὲ Καρκίνος τε ὁ Ξενοτίμου καὶ Πρωτέας ὁ Ἐπικλέους καὶ Σωκράτης ὁ Ἀντιγένους.
そして、これらを率いていたのはクセノティモスの子カルキノス、エピクレスの子プロテアス、およびアンティゲネスの子ソクラテスであった。
§2.23.3καὶ οἱ μὲν ἄραντες τῇ παρασκευῇ ταύτῃ περιέπλεον, οἱ δὲ Πελοποννήσιοι χρόνον ἐμμείναντες ἐν τῇ Ἀττικῇ ὅσου εἶχον τὰ ἐπιτήδεια ἀνεχώρησαν διὰ Βοιωτῶν, οὐχ ᾗπερ ἐσέβαλον·
そして、彼らはこの軍備を整えて出航し周航した。 一方、ペロポネソス人たちは、食糧のある限りの期間アッティカに滞在したのち、侵入したのとは別のルートを通って、ボイオティア経由で退却した。
παριόντες δὲ Ὠρωπὸν τὴν γῆν τὴν Γραϊκὴν καλουμένην, ἣν νέμονται Ὠρώπιοι Ἀθηναίων ὑπήκοοι, ἐδῄωσαν.
その途上、オロポスを通りかかる際に、アテナイの臣民であるオロポス人が居住しているグライケと呼ばれる土地を彼らは荒らした。
ἀφικόμενοι δὲ ἐς Πελοπόννησον διελύθησαν κατὰ πόλεις ἕκαστοι.
そしてペロポネソスに到着すると、彼らはそれぞれ自分たちの都市へと解散した。