§1.8.1καὶ οὐχ ἧσσον λῃσταὶ ἦσαν οἱ νησιῶται, Κᾶρές τε ὄντες καὶ Φοίνικες·
しかも、島民たちも、カリア人やフェニキア人であったが、劣らず海賊であった。
οὗτοι γὰρ δὴ τὰς πλείστας τῶν νήσων ᾤκησαν.
というのも、まさに彼らが島々の大部分に居住していたからである。
μαρτύριον δέ·
その証拠がある。
Δήλου γὰρ καθαιρομένης ὑπὸ Ἀθηναίων ἐν τῷδε τῷ πολέμῳ καὶ τῶν θηκῶν ἀναιρεθεισῶν ὅσαι ἦσαν τῶν τεθνεώτων ἐν τῇ νήσῳ, ὑπὲρ ἥμισυ Κᾶρες ἐφάνησαν, γνωσθέντες τῇ τε σκευῇ τῶν ὅπλων ξυντεθαμμένῃ καὶ τῷ τρόπῳ ᾧ νῦν ἔτι θάπτουσιν.
この戦争中にアテナイ人によってデロス島が浄化され、その島にあった死者の墓がすべて取り除かれたとき、半分以上がカリア人であることが明らかになったが、彼らは一緒に埋葬されていた武具の様式と、今なお彼らが行っている埋葬の方式によって判別されたのである。
§1.8.2καταστάντος δὲ τοῦ Μίνω ναυτικοῦ πλωιμώτερα ἐγένετο παρ’ ἀλλήλους (οἱ γὰρ ἐκ τῶν νήσων κακοῦργοι ἀνέστησαν ὑπ’ αὐτοῦ, ὅτεπερ καὶ τὰς πολλὰς αὐτῶν κατῴκιζε),
ミノスの海軍が確立されると、互いの間の航海はより容易になった(というのも、島々の悪党たちは彼によって一掃されたからであり、まさにそのとき彼はそれらの多くに入植したからである)。
§1.8.3καὶ οἱ παρὰ θάλασσαν ἄνθρωποι μᾶλλον ἤδη τὴν κτῆσιν τῶν χρημάτων ποιούμενοι βεβαιότερον ᾤκουν, καί τινες καὶ τείχη περιεβάλλοντο ὡς πλουσιώτεροι ἑαυτῶν γιγνόμενοι·
そして、沿海の人々はすでに以前よりも財産の獲得に努め、より安定して暮らすようになり、一部の人々は、以前の自分たちよりも豊かになるにつれて、城壁をも巡らせた。
ἐφιέμενοι γὰρ τῶν κερδῶν οἵ τε ἥσσους ὑπέμενον τὴν τῶν κρεισσόνων δουλείαν, οἵ τε δυνατώτεροι περιουσίας ἔχοντες προσεποιοῦντο ὑπηκόους τὰς ἐλάσσους πόλεις.
利益を求めるあまり、弱者たちは強者の支配に甘んじ、強者たちは余剰資金を背景に、より小さな都市を臣下にしていったのである。
§1.8.4καὶ ἐν τούτῳ τῷ τρόπῳ μᾶλλον ἤδη ὄντες ὕστερον χρόνῳ ἐπὶ Τροίαν ἐστράτευσαν.
そして、すでにこのような状態にさらになっていた彼らは、後になってトロイアへと遠征した。