§1.15.1τὰ μὲν οὖν ναυτικὰ τῶν Ἑλλήνων τοιαῦτα ἦν, τά τε παλαιὰ καὶ τὰ ὕστερον γενόμενα.
このように、ギリシア人の海軍は、古いものも後に現れたものも、以上のような状態であった。
ἰσχὺν δὲ περιεποιήσαντο ὅμως οὐκ ἐλαχίστην οἱ προσσχόντες αὐτοῖς χρημάτων τε προσόδῳ καὶ ἄλλων ἀρχῇ·
それにもかかわらず、海軍に専念した人々は、金銭の収入と他者への支配によって、小さからぬ勢力を獲得した。
ἐπιπλέοντες γὰρ τὰς νήσους κατεστρέφοντο, καὶ μάλιστα ὅσοι μὴ διαρκῆ εἶχον χώραν.
なぜなら、彼らは船で襲撃して島々を征服したからであり、とりわけ自らの領土が十分でなかった人々がそうであった。
§1.15.2κατὰ γῆν δὲ πόλεμος, ὅθεν τις καὶ δύναμις παρεγένετο, οὐδεὶς ξυνέστη·
一方、陸上においては、それによって何らかの勢力が得られるような戦争は、一つも起こらなかった。
πάντες δὲ ἦσαν, ὅσοι καὶ ἐγένοντο, πρὸς ὁμόρους τοὺς σφετέρους ἑκάστοις, καὶ ἐκδήμους στρατείας πολὺ ἀπὸ τῆς ἑαυτῶν ἐπ’ ἄλλων καταστροφῇ οὐκ ἐξῇσαν οἱ Ἕλληνες.
起こった戦争もすべて、各自にとって隣接する者たちに対するものであり、ギリシア人たちは他者を征服する目的で、自国から遠く離れた海外への遠征に出かけることはなかった。
οὐ γὰρ ξυνειστήκεσαν πρὸς τὰς μεγίστας πόλεις ὑπήκοοι, οὐδ’ αὖ αὐτοὶ ἀπὸ τῆς ἴσης κοινὰς στρατείας ἐποιοῦντο, κατ’ ἀλλήλους δὲ μᾶλλον ὡς ἕκαστοι οἱ ἀστυγείτονες ἐπολέμουν.
というのも、彼らは最大の諸都市のもとに臣民として結束していたわけではなく、また自分たち自身が対等な立場で共同の遠征を行うこともなく、むしろ隣人同士がそれぞれ個別に戦っていたからである。
§1.15.3μάλιστα δὲ ἐς τὸν πάλαι ποτὲ γενόμενον πόλεμον Χαλκιδέων καὶ Ἐρετριῶν καὶ τὸ ἄλλο Ἑλληνικὸν ἐς ξυμμαχίαν ἑκατέρων διέστη.
しかし、とりわけ、かつて起こったカルキス人とエレトリア人の戦争においては、他のギリシア世界もまた、双方の同盟へと分裂した。