§1.14.1δυνατώτατα γὰρ ταῦτα τῶν ναυτικῶν ἦν.
というのも、これらが(当時において)最も強力な海軍であったからである。
φαίνεται δὲ καὶ ταῦτα πολλαῖς γενεαῖς ὕστερα γενόμενα τῶν Τρωικῶν τριήρεσι μὲν ὀλίγαις χρώμενα, πεντηκοντόροις δ’ ἔτι καὶ πλοίοις μακροῖς ἐξηρτυμένα ὥσπερ ἐκεῖνα.
しかし、これらもまた、トロイア戦争の時代より何世代も後に現れたものであるが、それらの船(トロイア戦争期のもの)と同様に、三段橈船はわずかしか使用せず、依然として五十橈船や長船を装備していたことが明らかである。
§1.14.2ὀλίγον τε πρὸ τῶν Μηδικῶν καὶ τοῦ Δαρείου θανάτου, ὃς μετὰ Καμβύσην Περσῶν ἐβασίλευσε, τριήρεις περί τε Σικελίαν τοῖς τυράννοις ἐς πλῆθος ἐγένοντο καὶ Κερκυραίοις·
ペルシア戦争の少し前、かつカンビュセスの後にペルシアを支配したダレイオスの死の少し前に、シケリアの僭主たちやケルキュラ人のために三段橈船が大量に備えられた。
ταῦτα γὰρ τελευταῖα πρὸ τῆς Ξέρξου στρατείας ναυτικὰ ἀξιόλογα ἐν τῇ Ἑλλάδι κατέστη.
というのも、これらがクセルクセスの遠征前に、ギリシアにおいて成立した最後の注目すべき海軍だったからである。
§1.14.3Αἰγινῆται γὰρ καὶ Ἀθηναῖοι, καὶ εἴ τινες ἄλλοι, βραχέα ἐκέκτηντο, καὶ τούτων τὰ πολλὰ πεντηκοντόρους·
アイギナ人やアテナイ人、そして他の人々がいたとしても、彼らの所有していたものはわずかであり、その大半は五十橈船であった。
ὀψέ τε ἀφ’ οὗ Ἀθηναίους Θεμιστοκλῆς ἔπεισεν Αἰγινήταις πολεμοῦντας, καὶ ἅμα τοῦ βαρβάρου προσδοκίμου ὄντος, τὰς ναῦς ποιήσασθαι αἷσπερ καὶ ἐναυμάχησαν·
テミストクレスが、アイギナ人との戦争中であり、同時に異民族の来襲が予想されていたアテナイ人を説得して、彼らが実際に海戦で戦うことになるあの船を建造させたのは、ずっと後になってからのことであった。
καὶ αὗται οὔπω εἶχον διὰ πάσης καταστρώματα.
そして、これらの船もまだ、全面にわたる甲板を備えてはいなかった。