§1.116.1Ἀθηναῖοι δὲ ὡς ᾔσθοντο, πλεύσαντες ναυσὶν ἑξήκοντα ἐπὶ Σάμου ταῖς μὲν ἑκκαίδεκα τῶν νεῶν οὐκ ἐχρήσαντο (ἔτυχον γὰρ αἱ μὲν ἐπὶ Καρίας ἐς προσκοπὴν τῶν Φοινισσῶν νεῶν οἰχόμεναι, αἱ δὲ ἐπὶ Χίου καὶ Λέσβου περιαγγέλλουσαι βοηθεῖν), τεσσαράκοντα δὲ ναυσὶ καὶ τέσσαρσι Περικλέους δεκάτου αὐτοῦ στρατηγοῦντος ἐναυμάχησαν πρὸς Τραγίᾳ τῇ νήσῳ Σαμίων ναυσὶν ἑβδομήκοντα, ὧν ἦσαν αἱ εἴκοσι στρατιώτιδες (ἔτυχον δὲ αἱ πᾶσαι ἀπὸ Μιλήτου πλέουσαι), καὶ ἐνίκων Ἀθηναῖοι.
\nアテナイ人はこのことを知ると、60隻の船でサモスに向けて出航したが、そのうちの16隻は用いなかった(というのも、あるものはフェニキア船を偵察するためにカリアに向けて去っており、別のものは救援を要請するためにキオスとレスボスに向けて去っていたからである)。 しかし、ペリクレス自身を10人目の将軍として44隻の船で、トラギア島の近くで、サモス人の70隻の船(そのうち20隻は兵員輸送船であった。 これらはすべてたまたまミレトスから航行中であった)と海戦を交え、アテナイ人が勝利した。
§1.116.2ὕστερον δὲ αὐτοῖς ἐβοήθησαν ἐκ τῶν Ἀθηνῶν νῆες τεσσαράκοντα καὶ Χίων καὶ Λεσβίων πέντε καὶ εἴκοσι, καὶ ἀποβάντες καὶ κρατοῦντες τῷ πεζῷ ἐπολιόρκουν τρισὶ τείχεσι τὴν πόλιν καὶ ἐκ θαλάσσης ἅμα.
\n\nその後、アテナイから40隻の船が、またキオス人とレスボス人から25隻の船が彼らの援助に到着した。 そして上陸し、陸上戦闘でも勝利を収めると、彼らは3つの包囲壁によって、また同時に海上からもこの市を包囲した。
§1.116.3Περικλῆς δὲ λαβὼν ἑξήκοντα ναῦς ἀπὸ τῶν ἐφορμουσῶν ᾤχετο κατὰ τάχος ἐπὶ Καύνου καὶ Καρίας, ἐσαγγελθέντων ὅτι Φοίνισσαι νῆες ἐπ’ αὐτοὺς πλέουσιν·
\n\nしかしペリクレスは、封鎖中の船から60隻を取り、カウノスおよびカリアに向けて急ぎ去った。 フェニキアの船が彼らに向かって航行中であるとの報告が入ったからである。
ᾤχετο γὰρ καὶ ἐκ τῆς Σάμου πέντε ναυσὶ Στησαγόρας καὶ ἄλλοι ἐπὶ τὰς Φοινίσσας.
というのも、ステサゴラスらもまた、サモスから5隻の船でフェニキア船を迎え撃つために去っていたからである。