- 底本
- Greek Anthology, Vol. 4. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:10.57-10.71
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
パラダス、アガティアス、マケドニオス二世による風刺的・教訓的詩篇集。食欲への憎悪、裸で生まれ裸で死ぬ人間の空しさ、死の不可避性と苦痛からの解放、富への執着の無意味さ、運命の不条理と変転、男色への非難、人生の気晴らしとしての希望とパンドラの神話の反転解釈などが歌われる。
Palladas γαστέρα μισήσειε θεὸς καὶ βρώματα γαστρός· εἵνεκα γὰρ τούτων σωφροσύνα λύεται.
パラダス 神が胃袋と胃袋の食物を憎まれますように。 なぜなら、これらのために節制が損なわれるからだ。
Palladas γῆς ἐπέβην γυμνός, γυμνός θʼ ὑπὸ γαῖαν ἄπειμι· καὶ τί μάτην μοχθῶ, γυμνὸν ὁρῶν τὸ τέλος;
パラダス 裸で大地を踏みしめ、裸で大地の下へと去ってゆく。 終わりが裸であるのを見ながら、なぜ空しく労苦するのか。
Palladas Προσδοκίη θανάτου πολυώδυνός ἐστιν ἀνίη· τοῦτο δὲ κερδαίνει θνητὸς ἀπολλύμενος. μὴ τοίνυν κλαύσῃς τὸν ἀπερχόμενον βιότοιο· οὐδὲν γὰρ θανάτου δεύτερόν ἐστι πάθος.
パラダス 死の予期こそ激しい痛みを伴う苦悶である。 死にゆく定めの者は滅びることによってこれを免れて得をする。 だから、生を去ってゆく者を泣いて悼んではならない。 死の後に来る苦しみなど何ひとつないのだから。 パラダス
Palladas πλουτεῖς· καὶ τί τὸ λοιπόν; ἀπερχόμενος μετὰ σαυτοῦ τὸν πλοῦτον σύρεις, εἰς σορὸν ἑλκόμενος; τὸν πλοῦτον συνάγεις δαπανῶν χρόνον οὐ δύνασαι δὲ ζωῆς σωρεῦσαι μέτρα περισσότερα.
汝は富んでいる。だがそれでどうなるというのか。去りゆくときに 棺桶へと引きずり込まれながら、富を己とともに引き連れてゆくのか。 時を浪費して富をかき集めるが、汝には 己の生の尺度をこれ以上積み増すことなどできぬのだ。
Palladas φεύγετε τοὺς πλουτοῦντας, ἀναιδέας, οἰκοτυράννους, μισοῦντας πενίην μητέρα σωφροσύνας.
パラダス 節制の母である清貧を憎み、 恥知らずで、家庭内暴君たる富裕者たちから逃れよ。
Palladas οὐ λόγον, οὐ νόμον οἶδε Τύχη, μερόπων δὲ τυραννεῖ, τοῖς ἰδίοις ἀλόγως ῥεύμασι συρομένη. μᾶλλον τοῖς ἀδίκοισι ῥέπει, μισεῖ δὲ δικαίους, ὡς ἐπιδεικνυμένη τὴν ἄλογον δύναμιν.
パラダス 運命の女神は分別も法も知らず、自らの奔流に 理不尽に流されながら、死すべき人間を支配する。 理不尽なその力を誇示するかのように、 むしろ不正な者たちへと傾き、正しき者たちを憎むのだ。
Palladas μηδέποτε ζήσας ὁ πένης βροτὸς οὐδʼ ἀποθνῄσκει· καὶ ζῆν γὰρ δοκέων, ὡς νέκυς ἦν ὁ τάλας. οἱ δὲ τύχας μεγάλας καὶ χρήματα πολλὰ λαχόντες, οὗτοι τὸν θάνατον πτῶσιν ἔχουσι βίου.1
パラダス 貧しい死すべき者はかつて生きたことなどなく、死ぬこともない。 あわれな彼は生きているように見えても、死骸にすぎなかったのだから。 だが大いなる幸運と多くの富を得た者たちにとってこそ、 死は人生の転落となる。
Agathias Scholasticus ἦ ῥά γε ποῦ τὸ φρύαγμα τὸ τηλίκον; οἱ δὲ περισσοὶ πῆ ἔβαν ἐξαίφνης ἀγχίποροι κόλακες; νῦν γὰρ ἑκὰς πτόλιος φυγὰς ᾤχεο· τοῖς πρότερον δε οἰκτροῖς τὴν κατὰ σοῦ ψῆφον ἔδωκε Τύχη. πολλὴ σοί, κλυτοεργὲ Τύχη, χάρις, οὕνεχʼ ὁμοίως πάντας ἀεὶ παίζεις, κεἰσέτι τερπόμεθα..
アガティアス・スコラスティコス あのような尊大な高慢さは一体いずこへ消えたのか。かつて寄り添っていた あの大勢の追従者たちは不意にどこへ去ったのか。 今や汝は都から遠く離れて追放者となって去った。運命の女神はかつて 哀れであった者たちに、汝を有罪とする投票権を与えたのだ。 名高き業をなす運命の女神よ、大いなる感謝を捧げよう。汝が等しく 万人を常に翻弄し、そのゆえに今なお我らが楽しんでいるからだ。
Palladas πλοῦς σφαλερὸς τὸ ζῆν χειμαζόμενοι γὰρ ἐν αὐτῷ πολλάκι ναυηγῶν πταίομεν οἰκτρότερα. τὴν δὲ Τύχην βιότοιο κυβερνήτειραν ἔχοντες, ὡς ἐπὶ τοῦ πελάγους, ἀμφίβολοι πλέομεν, οἱ μὲν ἐπʼ εὐπλοΐην, οἱ δʼ ἔμπαλιν ἀλλʼ ἅμα πάντες εἰς ἕνα τὸν κατὰ γῆς ὅρμον ἀπερχόμεθα.
パラダス 生きることは危うい航海である。その中で嵐に揉まれ、 難破した者たちよりもしばしば哀れな挫折を我らは味わう。 だが運命の女神を生の舵手としながら、海原の上にあるかのように、 我らはどう転ぶかわからぬまま船を進める。 ある者は順風満帆に、ある者はその逆に。だが皆ともに 大地の下にある唯一の投錨地へと去ってゆくのだ。
Agathias Scholasticus εὖτέ τις ἐκ πενίης πλούτου τύχοι ἠδὲ καὶ ἀρχῆς, οὐκέτι γινώσκει, τίς πέλε τὸ πρότερον. τήν ποτε γὰρ φιλίην ἀπαναίνεται· ἀφρονέων δε τέρψιν ὀλισθηρῆς οὐ δεδάηκε Τύχης. ἦς ποτε γὰρ πτωχὸς ταλαπείριος· οὐκ ἐθέλεις δέ, αἰτίζων ἀκόλους, νῦν ἑτέροις παρέχειν. πάντα, φίλος, μερόπεσσι παρέρχεται· εἰ δʼ ἀπιθήσεις, ἔμπαλιν αἰτίζων μάρτυρα σαυτὸν ἔχοις.
アガティアス・スコラスティコス 人が貧困から富と権力とを得たとき、 自分がかつて何者であったかを最早知ろうとしない。 かつての友情を拒み、愚かにも 移ろいやすい運命の女神の気まぐれを心得ていないのだ。 かつて汝は苦難に耐える乞食であり、一口のパンを乞うていたのに、 今は他者に分け与えようとはしない。 友よ、すべては死すべき人間の前を過ぎ去ってゆく。もし汝が信じぬなら、 再び物乞いとなった時に、己自身をその証人とするがよい。
Macedonius II μνήμη καὶ Λήθη, μέγα χαίρετον ἡ μὲν ἐπʼ ἔργοις μνήμη τοῖς ἀγαθοῖς, ἡ δʼ, ἐπὶ λευγαλέοις.
マケドニオス2世 記憶と忘却よ、大いなる挨拶を送る。一方は善き業に対して、 他方は惨めな業に対して。
Agathias Scholasticus καλὸν μὲν στυγόδεμνον ἔχειν νόον εἰ δʼ ἄρʼ ἀνάγκη, ἀρσενικὴ φιλότης μὴ ποτέ σε κλονέοι. θηλυτέρας φιλέειν ὀλίγον κακόν, οὕνεκα κείναις Κυπριδίους ὀάρους πότνα δέδωκε φύσις. δέρκεο τῶν ἀλόγων ζῴων γένος· ἦ γὰρ ἐκείνων οὐδὲν ἀτιμάζει θέσμια συζυγίης· ἄρσενι γὰρ θήλεια συνάπτεται· οἱ δʼ ἀλεγεινοὶ ἄνδρες ἐς ἀλλήλους ξεῖνον ἄγουσι γάμον.
アガティアス・スコラスティコス 床を嫌う純潔の心を持つことは善きことである。だがどうしてもやむを得ぬなら、 男色の情愛が決して汝をかき乱さぬようにせよ。 女を愛することは小さな悪にすぎぬ。なぜなら彼女たちには 尊き自然が愛の睦み合いを与えたのだから。 物言わぬ獣の類を見よ。それらの何ひとつとして 夫婦の絆の掟を汚すことはない。 雄には雌が結ばれるのだ。だが惨めな 男たちは、互いに対して奇妙な婚姻を結んでいる。
Agathias Scholasticus τὸν θάνατον τί φοβεῖσθε, τὸν ἡσυχίης γενετῆρα, τὸν παύοντα νόσους καὶ πενίης ὀδύνας; μοῦνον ἅπαξ θνητοῖς παραγίνεται, οὐδέ ποτʼ αὐτὸν εἶδέν τις θνητῶν δεύτερον ἐρχόμενον αἱ δὲ νόσοι πολλαὶ καὶ ποικίλαι, ἄλλοτʼ ἐπʼ ἄλλον ἐρχόμεναι θνητῶν, καὶ μεταβαλλόμεναι.
アガティアス・スコラスティコス 安息の父であり、病と貧困の苦痛を 終わらせてくれる死を、なぜ汝らは恐れるのか。 死は死すべき者たちにただ一度だけ訪れるのであり、死すべき者の誰も 二度目にやって来る死を見たことはない。 だが病は数多く多様であり、死すべき者たちのもとへ代わる代わる 訪れては、様々に姿を変えるのだ。
Macedonius II εἰ βίον ἐν μερόπεσσι Τύχης παίζουσιν ἑταῖραι ἐλπίδες ἀμβολάδην πάντα χαριζόμεναι, παίζομαι, εἰ βροτός εἰμι. βροτὸς δʼ εὖ οἶδα καὶ αὐτὸς θνητὸς ἐών δολιχαῖς δʼ ἐλπίσι παιζόμενος, αὐτὸς ἑκοντὶ γέγηθα πλανώμενος, οὐδὲ γενοίμην ἐς κρίσιν ἡμετέρην πικρὸς Ἀριστοτέλης.2 τὴν γὰρ Ἀνακρείοντος ἐνὶ πραπίδεσσι φυλάσσω παρφασίην, ὅτι δεῖ φροντίδα μὴ κατέχειν.
マケドニオス2世 もし死すべき人間たちの間で、運命の女神の侍女である諸々の希望が、 先延ばしにしながらすべてを与えると装って生を弄んでいるなら、 私が死すべき人間である以上、私も弄ばれている。そして私自身、死すべき者として 人間であることをよく知っている。長引く希望に弄ばれ、 自ら進んで惑わされて歓喜しているのだ。私自身の判断において 気難しいアリストテレスなどになりたくはない。 思い煩いを胸に抱え込んではならぬという アナクレオンの戒めを、私はこの胸深くに守っているのだから。
Macedonius II Πανδώρης ὁρόων γελόω πίθον, οὐδὲ γυναῖκα μέμφομαι, ἀλλʼ αὐτῶν τὰ πτερὰ τῶν Ἀγαθῶν. ὡς γὰρ ἐπʼ Οὐλύμποιο μετὰ χθονὸς ἤθεα πάσης πωτῶνται, πίπτειν καὶ κατὰ γῆν ὄφελον.3 ἡ δὲ γυνὴ μετὰ πῶμα κατωχρήσασα παρειὰς ὤλεσεν ἀγλαΐην ὧν ἔφερεν χαρίτων.4 ἀμφοτέρων δʼ ἥμαρτεν ὁ νῦν βίος, ὅττι καὶ αὐτὴν γηράσκουσαν ἔχει, καὶ πίθος οὐδὲν ἔχει.
マケドニオス2世 パンドラの甕を見て私は笑う。女を責めはしない。 責めるべきは「善きものたち」自身の翼なのだ。 彼らは全大地の住処を巡ったのち、オリンポスへと 飛び去っていったが、地上にも降り立つべきであったのだ。 女は蓋を開けた後、頬を蒼白にして、 己が帯びていた優美の輝きを失ってしまった。 そして現在の生はその両方を失った。〔現在の生は〕彼女が 老いてゆくのを抱え、甕の中には何ひとつ残っていないのだから。
- 10.63οὗτοι τὸν θάνατον πτῶσιν ἔχουσι βίου.
τὸν θάνατον を直接目的語とし、πτῶσιν を述語対格とする二重対格構造(「死を人生の転落として持つ/死を人生の没落と経験する」)。ἔχουσι は単なる所有ではなく「〜とみなす」「〜という形で被る」の意を表す。
- 10.70οὐδὲ γενοίμην ἐς κρίσιν ἡμετέρην πικρὸς Ἀριστοτέλης.
願望の希求法 γενοίμην に否定辞 οὐδέ が付いた形(「〜となりたくはない」)。ἐς κρίσιν ἡμετέρην は「私自身の判断において」「我々の分別において」という意味の副詞的修飾句として πικρὸς Ἀριστοτέλης にかかる。
- 10.71πίπτειν καὶ κατὰ γῆν ὄφελον.
過去における反実仮想的願望を表す ὄφελον(ὄφελον + 不定詞)の構文。「大地の上に落ちるべきであったのに(実際には落ちなかった)」の意。接続詞 ὡς(ὡς γὰρ... πωτῶνται)の理由づけに対し、主文として反実の非難・悔恨を述べる。
- 10.71ὤλεσεν ἀγλαΐην ὧν ἔφερεν χαρίτων.
先行詞の関係節への引き込み(attraction)および関係代名詞の格の牽引。本来の構造は ὤλεσεν ἀγλαΐην τῶν χαρίτων ἃς ἔφερεν(「帯びていた優美さ(の光彩)を失った」)だが、先行詞 χαρίτων が関係代名詞の節内に組み込まれ、関係詞 ὧν も先行詞の属格に牽引されている。
