← ギリシア詞華集

ギリシア詞華集 4

§10.46-10.56

沈黙の徳と世相を風刺する箴言詩

パラダスによる風刺的エピグラム群。沈黙の価値、悲嘆と食事、弁護士出身の裁判官批判、憤りの正当性、キルケ神話の合理的解釈、中庸の勧め、好機の威力、ゼウスの残虐さ、過度の肥満の害、恐妻家と女性の貞節の不可知性が論じられる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
46

​Palladas ἡ μεγάλη παίδευσις ἐν ἀνθρώποισι σιωπή· μάρτυρα Πυθαγόραν τὸν σοφὸν αὐτὸν ἔχω, ὅς, λαλέειν εἰδὼς, ἑτέρους ἐδίδασκε σιωπᾷν, φάρμακον ἡσυχίης ἐγκρατὲς εὑρόμενος.

パラダス 人間において沈黙こそ大いなる教育である。 賢者ピタゴラス自身を私はその証人とする。 彼は語る術を知りながら、静寂という効き目ある薬を 見出し、他者には沈黙を守るよう教えたのだ。

​Palladas ἔσθιε, πῖνε, μύσας ἐπὶ πένθεσιν οὐ γὰρ ἔοικεν γαστέρι πενθῆσαι νεκρόν1 Ὅμηρος ἔφη· καὶ γὰρ ὁμοῦ θάψασαν ὀλωλότα δώδεκα τέκνα σίτου μνησαμένην τὴν Νιόβην παράγει.

パラダス 悲嘆に暮れても目を瞑り、食べ、飲むがよい。なぜなら胃袋が 死者を悼むのはふさわしくないと、ホメロスも言ったのだから。 実際、ホメロスは、一挙に失われた十二人の子らを埋葬した後に 食物を思い出したニオベの姿を描いている。

​Palladas μήποτε δουλεύσασα γυνὴ δέσποινα γένοιτο, ἐστὶ παροιμιακόν. τῷδε δʼ ὅμοιον ἐρῶ· μήτε δίκην δικάσειεν ἀνὴρ γεγονὼς δικολέκτης, μηδʼ ὅταν Ἰσοκράτους ῥητορικώτερος ᾖ. πῶς γὰρ ὁ μισθαρνεῖν εἰθισμένος οὐδὲν ἑταίρας σεμνότερον, δικάσαι μὴ ῥυπαρῶς δύναται;

パラダス 「かつて奴隷であった女が決して女主人となってはならない」とは 諺である。これに似たことを私も言おう。 法廷弁論人となった男が決して裁判官となって裁いてはならない、 たとえイソクラテス以上に雄弁であるとしても。 娼婦と何ら変わらぬ卑しい稼ぎに慣れた男が、 どうして汚濁に染まらず裁くことができようか。

​Palladas καὶ μύρμηκι χολὴν καὶ σέρφῳ φασὶν ἐνεῖναι· εἶτα χολὴν μὲν ἔχει ζῷα τὰ φαυλότατα, ἐκκεῖσθαι δʼ ἐμὲ πᾶσι χολὴν μὴ ἔχοντα κελεύεις, ὡς μηδὲ ψιλοῖς ῥήμασιν ἀνταδικεῖν τοὺς ἔργοις ἀδικοῦντας; ἀποφράξαντα δεήσει λοιπὸν ὁλοσχοίνῳ τὸ στόμα, μηδὲ πνέειν.

パラダス 蟻にも羽虫にも怒りの胆汁が宿ると人々は言う。 それならば、最も取るに足らぬ虫けらさえ怒りを持つというのに、 私には怒りも持たずあらゆる者に無防備に晒され、実際の行動で 不正をなす者たちに対して、言葉だけでさえやり返さぬよう命じるのか。 それなら、あとはイグサで口を塞ぎ、息すらしないようにせねばなるまい。 パラダス

50

​Palladas τὴν Κίρκην οὔ φημι, καθὼς εἴρηκεν Ὅμηρος, ἀντʼ ἀνδρῶν ποιεῖν ἢ σύας ἠὲ λύκους τοὺς αὐτῇ προσιόντας· ἑταίρα δʼ οὖσα πανοῦργος, τοὺς δελεασθέντας πτωχοτάτους ἐποίει· τῶν δʼ ἀνθρωπείων ἀποσυλήσασα λογισμῶν,2 εἶτʼ ἀπὸ τῶν ἰδίων μηδὲν ἔχοντας ἔτι ἔτρεφεν ἔνδον ἔχουσα δίκην ζῴων ἀλογίστων. ἔμφρων δʼ ὢν Ὀδυσεύς, τὴν νεότητα φυγών, οὐχ Ἑρμοῦ, φύσεως δʼ ἰδίας ἐμφύντα λογισμὸν εἶχε γοητείας φάρμακον ἀντίπαλον.

ホメロスが語ったように、キルケが近づく男たちを 人間の代わりに豚や狼に変えたのではないと私は言う。 彼女は狡猾な遊女であり、罠に嵌めた男たちを極貧に陥れたのだ。 そして彼らから人間的な理性を奪い去り、 己の財産をすべて失った彼らを、 理性なき獣のように屋敷に囲って養ったのだ。 だが思慮深きオデュッセウスは、若気の至りを逃れており、 ヘルメスからではなく自らの生来の理性を宿し、 それを魔法に対抗する薬として持っていたのだ。

​Palladas ὁ φθόνος οἰκτιρμοῦ, κατὰ Πίνδαρον, ἐστιν ἀμείνων οἱ βασκαινόμενοι λαμπρὸν ἔχουσι βίον τοὺς δὲ λίαν ἀτυχεῖς οἰκτείρομεν. ἀλλά τις εἴην μήτʼ ἄγαν εὐδαίμων, μήτʼ ἐλεεινὸς ἐγώ. ἡ μεσότης γὰρ ἄριστον, ἐπεὶ τὰ μὲν ἄκρα πέφυκεν κινδύνους ἐπάγειν, ἔσχατα δʼ ὕβριν ἔχει.

パラダス ピンダロスによれば、嫉妬は同情よりも勝っている。 嫉妬される者たちは輝かしい生を送り、 あまりに不運な者たちを我らは同情するからだ。しかし私は、 過度に幸福でもなく、哀れでもない者でありたい。 中庸こそが最善である。高みは危険を招き寄せ、 どん底は侮辱を伴うものだからだ。

​Palladas εὖγε λέγων, τὸν Καιρὸν ἔφης θεόν, εὖγε, Μένανδρε, ὡς ἀνὴρ Μουσῶν καὶ Χαρίτων τρόφιμος πολλάκι γὰρ τοῦ σφόδρα μεριμνηθέντος ἄμεινον προσπεσὸν εὐκαίρως εὗρέ τι ταὐτόματον.

パラダス 機縁を神と呼んだメナンドロスよ、見事に言い当てた、見事だ、 ムーサとカリスに育まれた男よ。 懸命に思い煩ったことよりも、時宜を得て 偶然に訪れたことの方が、しばしば優れた結果を見出すのだから。

​Palladas εἰ τοὺς ἀνδροφόνους εὐδαίμονας ὄντας ὁρῶμεν, οὐ πάνυ θαυμάζω· τοῦ Διός ἐστι γέρας. τὸν γὰρ γεννήσαντα μεμισηκὼς καὶ ἐκεῖνος κτεῖνεν ἄν, εἰ ὁ Κρόνος θνητὸς ἐτύγχανεν ὤν· ἀντὶ δὲ τοῦ κτεῖναι σὺν τοῖς Τιτῆσι κολάζει, δέσμιον, ὡς λῃστήν, εἰς τὸ βάραθρον ἐνείς.

パラダス 人殺したちが栄えているのを目にしても、 私はちっとも驚かない。それはゼウスの特権なのだ。 ゼウス自身も己を生んだ父を憎み、もしクロノスが 死すべき身であったなら殺していただろう。 殺す代わりにティタンたちとともに罰し、 強盗のように縛り上げて深淵へと投げ落としたのだから。

​Palladas οὐ ποιεῖ θάνατον μόνον ἡ φθίσις· ἀλλὰ τὸν αὐτὸν καὶ πολλὴ παχύτης πολλάκις εἰργάσατο. τοῦδʼ ὁ τυραννήσας Διονύσιος Ἡρακλείας τῆς ἐν τῷ Πόντῳ μάρτυς, ὁ τοῦτο παθών.

パラダス 死をもたらすのは痩せ衰えの病だけではない。 過度の肥満もしばしば同様の結末をもたらす。 ポントスのヘラクレアで僭主となったディオニュシオスが その証人であり、この身にそれを被ったのだ。

55

​Palladas ἂν πάνυ κομπάζῃς προστάγμασι μὴ ὑπακούειν τῆς γαμετῆς, ληρεῖς· “οὐ γὰρ ἀπὸ δρυὸς εἶ, οὐδʼ ἀπὸ πέτρης,”3 φησὶν ὃ θʼ οἱ πολλοὶ κατʼ ἀνάγκην πάσχομεν, ἢ πάντες, καὶ σὺ γυναικοκρατῇ. εἰ δʼ, οὐ σανδαλίῳ, φὴς, “τύπτομαι, οὐδʼ, ἀκολάστου οὔσης μοι γαμετῆς, χρή με μύσαντα φέρειν” δουλεύειν σε λέγω μετριώτερον, εἴ γε πέπρασαι σώφρονι δεσποίνῃ μηδὲ λίαν χαλεπῇ.

パラダス 妻の言いつけに従わぬとどれほど豪語しようと、たわ言にすぎぬ。 「汝は樫の木から出たのでも、岩から出たのでもない」と詩人も言う通り、 我々の多く、いや全員が必然として被ることを汝も被り、女に支配されている。 もし汝が「私はサンダルで叩かれはしないし、放蕩な 妻のゆえに目を瞑って耐える必要もない」と言うなら、 汝の隷属はより穏やかなものだと私は言おう。慎ましく、 それほど酷薄でもない女主人に買い取られたのだから。

​Palladas οὐδὲν σωφροσύνης τεκμήριόν ἐστι πρόδηλον· τοῖς ἐμπαιζομένοις ἀνδράσι ταῦτα λέγω. οὔτε τὸ δύσμορφον πάντως ἀνύποπτον ὑπάρχει, οὔτʼ ἀκολασταίνειν πᾶσα πέφυκε καλή, καὶ γάρ τις διὰ τὴν ὥραν τοῖς πολλὰ διδοῦσιν οὐχ ἕπεται· πολλὰς δʼ ἔστι γυναῖκας ἰδεῖν οὐχὶ καλὰς τὴν ὄψιν, ὀπυιομένας ἀκορέστως, καὶ τοῖς χ;χρησαμένοις πολλὰ χαριζομένας. οὐκ εἴ τις συνάγει τὰς ὀφρύας, οὐδὲ γελῶσα φαίνεται, ὀφθῆναί τʼ ἀνδράσιν ἐκτρέπεται, σωφροσύνης τρόπος οὗτος ἐχέγγυος· ἀλλά τις εὕροι μαχλάδα μὲν κρύβδην τὴν πάνυ σεμνοτάτην, τὰς δʼ ἱλαρὰς καὶ πᾶσι φιλανθρώπως προσιούσας σώφρονας, εἰ σώφρων ἐστὶ γυνή τις ὅλως. ἡλικίᾳ τοίνυν τάδε κρίνεται; ἀλλʼ Ἀφροδίτης οἴστρων εἰρήνην οὐδὲ τὸ γῆρας ἔχει. ὅρκοις λοιπὸν ἄγει τε πεποίθαμεν ἀλλὰ μεθʼ ὅρκον ζητεῖν ἔστι θεοὺς δώδεκα και † νερεου.

パラダス 貞節の明白な証拠など何ひとつない。 騙されている夫たちに私はこれを語る。 不器量だからといって絶対に疑わしくないわけではなく、 美しい女がすべて放蕩に走るわけでもない。 その美貌ゆえに大金を差し出す男たちになびかぬ女もいれば、 器量は醜くとも、飽くことなく交わりを求め、 身を寄せた男たちに多くの好意を施す女も多く見受けられる。 眉をひそめ、笑い顔ひとつ見せず、 男たちの目に留まるのを避けるからといって、 これが貞節の確実な証拠となるわけではない。最も慎み深そうに見える女が 隠れて淫婦であることもあれば、快活で万人に親しく接する女が 貞節であることもあるのだ、そもそも女に貞節などあるとすればだが。 では年齢によって判断できるのか。いや、老年の身とて アフロディテの狂乱から平穏を得られるわけではない。 残るは誓いと畏怖を頼みとすることだが、誓いの後でさえ 新たな神々を探さねばならないのだから。

構文注3 件
  1. 10.47οὐ γὰρ ἔοικεν γαστέρι πενθῆσαι νεκρόν

    ホメロス『イリアス』第19歌225行(オデュッセウスの発言)の変形引用。γαστέρι(与格)は非人称動詞 ἔοικεν または不定詞 πενθῆσαι に係る関与の与格、あるいは意味上の主語として機能しており、「胃袋が飢えを抱えて死者を悼むのはふさわしくない」という反語的・実利的な身体の論理を示している。

  2. 10.50τῶν δʼ ἀνθρωπείων ἀποσυλήσασα λογισμῶν

    動詞 ἀποσυλάω(剥奪する)に伴う奪格的属格(分離・剥奪の属格)。文法的な直接目的語は後続の μηδὲν ἔχοντας(男たち)であり、τῶν ἀνθρωπείων λογισμῶν は奪われる対象(理性)を表す。「彼らから人間的な理性を剥奪した上で」と解釈される。

  3. 10.55οὐ γὰρ ἀπὸ δρυὸς εἶ, οὐδʼ ἀπὸ πέτρης

    ホメロス(『オデュッセイア』第19歌163行、『イリアス』第22歌126行)に由来する有名な格言的表現。「樫の木や岩から生まれたのではない(血の通った生身の人間である)」を意味し、後続する ὃ θʼ οἱ πολλοὶ ... πάσχομεν(人間一般の避けがたい境遇=妻への屈従)の不可避性を裏付ける根拠として挿入されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:10.46-10.56