- 底本
- Greek Anthology, Vol. 4. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1918.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc9:10.72-10.88
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
パラダスとパウロス・シレンティアリオスは、舞台や弄び物にすぎない人生、逃れがたい運命への諦観、時と肉体の儚さを詠み、知恵や笑いによって心の平静を保つことを勧める。
Palladas σκηνὴ πᾶς ὁ βίος καὶ παίγνιον· ἢ μάθε παίζειν, τὴν σπουδὴν μεταθείς, ἢ φέρε τὰς ὀδύνας.
パラダス 人生はすべて一つの舞台、一つの遊戯である。真面目さを脱ぎ捨てて 戯れることを学ぶか、さもなくば苦痛に耐えよ。
Palladas εἰ τὸ φέρον σε φέρει, φέρε καὶ φέρου·1 εἰ δʼ ἀγανακτεῖς καὶ σαυτὸν λυπεῖς, καὶ τὸ φέρον σε φέρει.
パラダス もし運ぶもの(運命)が汝を運ぶなら、耐え忍んで運ばれよ。憤って 己を苦しめようとも、運ぶものは汝を運ぶのだ。
Paulus Silentiarius μήτε βαθυκτεάνοιο τύχης κουφίζεο ῥοίζῳ, μήτε σέο γνάμψῃ φροντὶς ἐλευθερίην. πᾶς γὰρ ὑπʼ ἀσταθέεσσι βίος πελεμίζεται αὔραις, τῇ καὶ τῇ θαμινῶς ἀντιμεθελκόμενος. ἡ δʼ ἀρετὴ σταθερόν τι καὶ ἄτροπον, ἧς ἔπι μούνης κύματα θαρσαλέως ποντοπόρει βιότου.
パウロス・シレンティアリオス 富深き運命の突風に心を浮き立たせるな、 思い煩いによって汝の自由を屈服させるな。 生はすべて定まらぬ微風に揺さぶられ、 あちらへこちらへと頻繁に引き戻されるものだからだ。 だが徳は不動で不変のもの。この徳の上にのみ立ち、 人生の波を勇敢に航海せよ。 パラダス
Palladas ἠέρα λεπταλέον μυκτηρόθεν ἀμπνείοντες ζώομεν, ἠελίου λαμπάδα δερκόμενοι, πάντες ὅσοι ζῶμεν κατὰ τὸν βίον ὄργανα δʼ ἐσμέν, αὔραις ζῳογόνοις πνεύματα δεχνύμενοι. εἰ δέ τις οὖν ὀλίγην παλάμῃ σφίγξειεν ἀυτμήν, ψυχὴν συλήσας εἰς Ἀίδην κατάγει. οὕτως οὐδὲν ἐόντες, ἀγηνορίῃ τρεφόμεσθα, πνοιῆς ἐξ ὀλίγης ἠέρα βοσκόμενοι.
鼻腔から薄い空気を吸い込みながら、 我らは生き、太陽の松明を仰ぎ見ている、 この世を生きる我らすべては。生命を生み出す微風によって 息を受け取る道具にすぎないのだ。 もし誰かがその掌でわずかな息を握りしめれば、 魂を奪い去り、ハデスへと引きずり降ろす。 このように何者でもないのに、我らは傲慢さに養われ、 わずかな息吹から空気を食んで生きている。
Paulus Silentiarius οὐ τὸ ζῆν χαρίεσσαν ἔχει φύσιν, ἀλλὰ τὸ ῥῖψαι φροντίδας ἐκ στέρνων τὰς πολιοκροτάφους. πλοῦτον ἔχειν ἐθέλω τὸν ἐπάρκιον· ἡ δὲ περισσὴ θυμὸν ἀεὶ κατέδει χρυσομανὴς μελέτη. ἔνθεν ἐν ἀνθρώποισιν ἀρείονα πολλάκι δήεις καὶ πενίην πλούτου, καὶ βιότου θάνατον. ταῦτα σὺ γινώσκων κραδίης ἴθυνε κελεύθους, εἰς μίαν εἰσορόων ἐλπίδα, τὴν σοφίην.
パウロス・シレンティアリオス 生きることそのものが快い本性を持つのではなく、こめかみを 白くする思い煩いを胸から投げ捨てることこそが快いのだ。 私は十分な富を持つことを望む。余計な、 黄金狂の気遣いは常に魂を食い尽くすからだ。 それゆえ人間において、しばしば貧困が富よりも、 死が生よりも優れているのを汝は見出すだろう。 汝はこれらを知り、唯一の希望たる知恵へと 目を向けつつ、心の道をまっすぐに向けよ。
Palladas τίπτε μάτην, ἄνθρωπε, πονεῖς καὶ πάντα ταράσσεις, κλήρῳ δουλεύων τῷ κατὰ τὴν γένεσιν; τούτῳ σαυτὸν ἄφες, τῷ δαίμονι μὴ φιλονείκει σὴν δὲ τύχην στέργων, ἡσυχίην ἀγάπα· μᾶλλον ἐπʼ εὐφροσύνην δὲ βιάζεο, καὶ παρὰ μοίρην, εἰ δυνατόν, ψυχὴν τερπομένην μετάγειν.
パラダス 人よ、生まれに応じた運命の奴隷でありながら、 なぜ空しく労苦し、すべてをかき乱すのか。 これに己を委ねよ、神慮と張り合おうとするな。 己の運勢を甘受し、平穏を愛せよ。 むしろ歓喜へと努め、可能であるなら、 運命に反してでも魂を楽しませつつ導くがよい。 パラダス
Palladas ῥῖπτε γόους, μὴ κάμνε, πόσον χρόνον ἐνθάδε μίμνων, ὡς πρὸς ἐκεῖνον ὅλον τὸν μετὰ ταῦτα βίον. πρὶν τοίνυν σκώληκα βαλεῖν τύμβοις τε ῥιφῆναι, μὴ δαμάσῃς ψυχὴν ζῶν ἔτι κρινομένην,
嘆きを捨てよ、思い悩むな。その後のあの全体にわたる生に 比べれば、ここでどれほどの時を留まるというのか。 それゆえ、蛆虫を生じ墓場に投げ込まれる前に、 まだ生きているうちに、裁かれている魂を打ちのめしてはならない。
Palladas νυκτὸς ἀπερχομένης γεννώμεθα ἦμαρ ἐπʼ ἦμαρ, τοῦ προτέρου βιότου μηδὲν ἔχοντες ἔτι, ἀλλοτριωθέντες τῆς ἐχθεσινῆς διαγωγῆς, τοῦ λοιποῦ δὲ βίου σήμερον ἀρχόμενοι. μὴ τοίνυν λέγε σαυτὸν ἐτῶν, πρεσβῦτα, περισσῶν τῶν γὰρ ἀπελθόντων σήμερον οὐ μετέχεις.
パラダス 夜が去るごとに、日ごとに我らは生まれ変わる。 かつての生の何ひとつをもはや持たず、 昨日の行いからは疎遠にされ、 今日、残りの生を始めるのだ。 それゆえ老人よ、己を多くの歳月の者と呼ぶな。 去りし年月をお前は今日分かち持ってはいないのだから。
Palladas παίγνιόν ἐστι Τύχης μερόπων βίος, οἰκτρός, ἀλήτης, πλούτου καὶ πενίης μεσσόθι ῥεμβόμενος. καὶ τοὺς μὲν κατάγουσα πάλιν σφαιρηδὸν ἀείρει, τοὺς δʼ ἀπὸ τῶν νεφελῶν εἰς ἀίδην κατάγει.
パラダス 死すべき人間の生は運命の弄び物であり、哀れで、放浪し、 富と貧困の狭間を彷徨う。 運命はある者を打ち倒しては再び毬のように跳ね上げ、 ある者を雲の上からハデスへと引きずり降ろす。
Palladas ὦ τῆς βραχείας ἡδονῆς τῆς τοῦ βίου·2 τὴν ὀξύτητα τοῦ χρόνου πενθήσατε. ἡμεῖς καθεζόμεσθα καὶ κοιμώμεθα, μοχθοῦντες ἢ τρυφῶντες· ὁ δὲ χρόνος τρέχει, τρέχει καθʼ ἡμῶν τῶν ταλαιπώρων βροτῶν, φέρων ἑκάστου τῷ βίῳ καταστροφήν.
パラダス ああ、人生の短き快楽よ。 時の速さを嘆き悲しめ。 我らは座り、眠り、 労苦し、あるいは享楽に浸る。だが時は走る。 惨めな我ら死すべき人間たちに向かって走り、 おのおのの生に破滅をもたらすのだ。 パラダス
Palladas ἄρα μὴ θανόντες τῷ δοκεῖν ζῶμεν μόνον,3 Ἕλληνες ἄνδρες, συμφορᾷ πεπτωκότες ὄνειρον εἰκάζοντες εἶναι τὸν βίον; ἢ ζῶμεν ἡμεῖς, τοῦ βίου τεθνηκότος;
ギリシアの男たちよ、我らは死んでしまい、ただ見かけの上で生きているだけなのか、 災難に打ち倒され、 人生を夢にすぎないと見なしながら。 それとも我らは生きていて、人生のほうが死んでしまったのか。
Palladas καὶ τὸ φρονεῖν πλουτεῦντι περίστασις, ὄχλος, ἀνάγκη † ζώνη ποικίλη καὶ κολάκων ἀνάγκη.
パラダス 富める者にとって分別を持つこともまた災難であり、重荷であり、必然である。 彩られた帯、そして追従者たちの必然。
Palladas δακρυχέων γενόμην, καὶ δακρύσας ἀποθνῄσκω· δάκρυσι δʼ ἐν πολλοῖς τὸν βίον εὗρον ὅλον. ὦ γένος ἀνθρώπων πολυδάκρυτον, ἀσθενές, οἰκτρόν, φαινόμενον κατὰ γῆς, καὶ διαλυόμενον,
パラダス 涙を流しつつ私は生まれ、涙を流して死んでゆく。 多くの涙の中に私は全人生を見出した。 ああ、涙多く、弱く、哀れなる人間の種族よ、 地上に現れては、解体して消えゆくものよ。
Palladas πάντες τῷ θανάτῳ τηρούμεθα, καὶ τρεφόμεσθα ὡς ἀγέλη χοίρων σφαζομένων ἀλόγως.
パラダス 我らはみな死のために見張られており、 理不尽に屠られる豚の群れのように養われている。
Palladas οὐ δαψιλῶς μέν, ἀλλʼ ὅμως κἀγὼ τρέφω παῖδας, γυναῖκα, δοῦλον, ὄρνιθας, κύνα· κόλαξ γὰρ οὐδεὶς τοὺς ἐμοὺς πατεῖ δόμους.
パラダス 豊かではないが、それでも私もまた養っている、 子どもたちを、妻を、奴隷を、鳥たちを、犬を。 追従者の誰一人として我が家を踏むことはないのだから。
Palladas ἂν μὴ γελῶμεν τὸν βίον τὸν δραπέτην, τύχην τε πόρνην ῥεύμασιν κινουμένην, ὀδύνην ἑαυτοῖς προξενοῦμεν πάντοτε, ἀναξίους ὁρῶντες εὐτυχεστέρους.
パラダス もし逃亡者たる人生を、そして奔流に揺れ動く 娼婦のような運命を笑い飛ばさなければ、 ふさわしからぬ者たちがより恵まれているのを見て、 我らは常に己自身に苦痛をもたらすことになる。
Palladas σῶμα, πάθος ψυχῆς, ᾅδης, μοῖρʼ, ἄχθος, ἀνάγκη, καὶ δεσμὸς κρατερός, καὶ κόλασις βασάνων. ἀλλʼ ὅταν ἐξέλθῃ τοῦ σώματος, ὡς ἀπὸ δεσμῶν τοῦ θανάτου, φεύγει πρὸς θεὸν ἀθάνατον.
パラダス 肉体、それは魂の受難、ハデス、運命、重荷、必然、 堅き束縛、責め苦の懲罰。 だが魂が肉体から、死の束縛から脱するように 抜け出るとき、不滅の神のもとへと逃れてゆくのだ。
- 10.73εἰ τὸ φέρον σε φέρει, φέρε καὶ φέρου
語根 φερ- の語形変化を用いた巧みな語呂合わせ(polyptoton)。中性単数能動分詞 τὸ φέρον は「運ぶもの、運命」、三人称単数動詞 φέρει は「運ぶ」、能動命令法 φέρε は「耐え忍べ」、中受動命令法 φέρου は「運ばれよ、身を任せよ」の意。
- 10.81ὦ τῆς βραχείας ἡδονῆς τῆς τοῦ βίου
感嘆詞 ὦ に続く属格は「感嘆の属格(genitive of exclamation)」。人生の短き快楽に対する嘆賞・嘆息を表す。
- 10.82ἄρα μὴ θανόντες τῷ δοκεῖν ζῶμεν μόνον
ἄρα μή は否定的な答えを予想する疑問文、あるいは「〜なのではあるまいか」という懸念・疑惑を帯びた問いを導く。τῷ δοκεῖν は定冠詞付き不定詞の与格で、「見かけにおいて、思われることにおいて」という限定を表す。
