- 底本
- Greek Anthology, Vol. 2. Paton, William Roger, editor. London: William Heinemann Ltd.; New York, NY: G. P. Putnam's Sons, 1917.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg7000.tlg001.humanitext-grc7:8.90-8.104
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
グレゴリオスは早世した弟カイサリオスの学識・美徳と夭折への悲哀を詠み、続いて姉妹ゴルゴニアとその夫アリュピオスの敬虔な生涯を称え、最後にマルティニアノスの墓を暴く者への冥府の呪詛を記している。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν οὐκ ἄγαμʼ, οὐκ ἄγαμαι δῶρον τόδε· τύμβον ἐδέξω μοῦνον ἀφʼ ἡμετέρων, Καισάριε, κτεάνων, γηραλέων τοκέων πικρὸν λίθον ὁ Φθόνος οὕτως ἤθελεν. ὦ ζωῆς πήμασι μακροτέρης.1
ナジアンゾスのグレゴリオス、同じカイサリオスへ 喜ばない、私はこの贈り物を決して喜ばない。そなたは我らの財産の中から、 ただ墓だけを、カイサリオスよ、老いた両親の苦き石を受け取った。 嫉妬がそう望んだのだ。ああ、苦難によって引き延ばされた命よ。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν πᾶσαν ὅση σοφίη λεπτῆς φρενὸς ἐν μερόπεσσιν ἀμφὶ γεωμετρίην καὶ θέσιν οὐρανίων, καὶ λογικῆς τέχνης τὰ παλαίσματα, γραμματικήν τε ἠδʼ ἰητορίην, ῥητορικῆς τε μένος, Καισάριος πτερόωντι νόῳ μοῦνος καταμάρψας,2 αἰαῖ· πᾶσιν ὁμῶς νῦν κόνις ἐστʼ ὀλίγη.
ナジアンゾスのグレゴリオス、同じカイサリオスへ 人間たちにおける鋭き知性のあらゆる知恵、 幾何学や天体の配置をめぐるもの、 論理の技法の格闘、文法、 そして医術、弁論術の力強さを、 カイサリオスは翼ある精神によってただ一人で把握したが、 ああ、今やすべての人と同様にわずかな塵にすぎない。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν πάντα κασιγνήτοισιν ἑοῖς λίπες· ἀντὶ δὲ πάντων τύμβον ἔχεις ὀλίγον, κύδιμε Καισάριε· ἡ δὲ γεωμετρίη τε, καὶ ἀστέρες ὧν θέσιν ἔγνως, ἥ τʼ ἰητορίη οὐδὲν ἄκος θανάτου.
ナジアンゾスのグレゴリオス、同じカイサリオスへ すべてをそなたは自身の兄弟たちに残した。そしてすべての代わりに そなたは小さな墓を保っている、栄えあるカイサリオスよ。 幾何学も、そなたがその配置を知った星々も、 医術も、死に対しては何の癒やしにもならなかった。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν κάλλιμον ἐκ πατρίης σὲ μεγακλέα τηλόθʼ ἐόντα, ἄκρα φέροντα πάσης, Καισάριε, σοφίης, πέμψαντες βασιλῆι τὸν ἔξοχον ἰητήρων, φεῦ, κόνιν ἐκ Βιθυνῶν δεξάμεθʼ αὖ σε πέδου.
ナジアンゾスのグレゴリオス、同じカイサリオスへ 祖国から遠く離れながらも美しく名声を誇り、 あらゆる知恵の極みを帯びていたそなた、医者たちの筆頭たるそなたを 王のもとへ送り出したのに、カイサリオスよ、 ああ、我らはビテュニアの地から塵となったそなたを再び迎えた。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν σεισμῶν μὲν κρυερῶν ἔφυγες στονόεσσαν ἀπειλήν, ἡνίκα Νικαίης ἄστυ μίγη δαπέδῳ· νούσῳ δʼ ἀργαλέῃ ζωὴν λίπες. ὦ νεότητος σώφρονος, ὦ σοφίης, κάλλιμε Καισάριε.
ナジアンゾスのグレゴリオス、同じカイサリオスへ 恐ろしい地震の嘆かわしい脅威をそなたは逃れた、 ニカイアの町が大地と一体となって崩れた時に。 だが過酷な病によって命を去った。ああ、節度ある 青春よ、ああ、知恵よ、美しきカイサリオスよ。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν Γρηγορίου Νόννης τε θεουδέος υἷα φέριστον τύμβος ὅδʼ εὐγενέτην Καισάριον κατέχω, ἔξοχον ἐν λογίοισιν, ὑπείροχον ἐν βασιλῄοις, ἀστεροπὴν γαίης πείρασι λαμπομένην.
ナジアンゾスのグレゴリオス、同じカイサリオスへ 神を畏れるグレゴリオスとノンナの最も優れた息子、 名門のカイサリオスを、この墓である私が抱いている。 学者たちの間で抜きん出、王宮において卓越し、 大地の果てを照らす稲妻であった彼を。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν Καισαρίου φθιμένοιο κατήφησαν βασιλῆος αὐλαί, Καππαδόκαι δʼ ἤμυσαν ἐξαπίνης· καὶ καλὸν εἴ τι λέλειπτο μετʼ ἀνθρώποισιν ὄλωλεν, οἱ δὲ λόγοι σιγῆς ἀμφεβάλοντο νέφος.
ナジアンゾスのグレゴリオス、同じカイサリオスへ カイサリオスが身罷ると、王の宮廷は うなだれ、カッパドキアの人々は突然打ちひしがれた。 人間たちのもとに残されていた美しきものがあるなら、それは滅び去り、 言論は沈黙の雲を身にまとった。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν εἴ τινα δένδρον ἔθηκε γόος, καὶ εἴ τινα πέτρην, εἴ τις καὶ πηγὴ ῥεῦσεν ὀδυρομένη, πέτραι καὶ ποταμοὶ καὶ δένδρεα λυπρὰ πέλοισθε, πάντες Καισαρίῳ γείτονες ἠδὲ φίλοι· Καισάριος πάντεσσι τετιμένος, εὖχος ἀνάκτων, αἰαῖ τῶν ἀχέωνʼ ἤλυθεν εἰς ἀίδην.
ナジアンゾスのグレゴリオス、同じカイサリオスへ もし嘆きが誰かを木に変えたなら、誰かを石に変えたなら、 もし誰かが涙を流す泉となって流れ出たのなら、 悲しみに満ちた岩と河と木々となれ、 カイサリオスのすべての隣人よ、友よ。 すべての人に尊ばれ、王たちの誉れであったカイサリオスは、 ああ、悲痛なるかな、冥府へと去って行った。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν χεὶρ τάδε Γρηγορίοιο· κάσιν ποθέων τὸν ἄριστον, κηρύσσω θνητοῖς τόνδε βίον στυγέειν. Καισαρίῳ τίς κάλλος ὁμοίιος; ἢ τίς ἁπάντων τόσσος ἐὼν τόσσης εἷλε κλέος σοφίης; οὔτις ἐπιχθονίων ἀλλʼ ἔπτατο ἐκ βιότοιο ὡς ῥόδον ἐξ ἀνθέων, ὡς δρόσος ἐκ πετάλων.
ナジアンゾスのグレゴリオス、同じカイサリオスへ これらはグレゴリオスの筆による。最も優れた兄弟を恋い慕いつつ、 私は死すべき者たちへ、この世の生を憎むようにと布告する。 美においてカイサリオスに匹敵する者が誰かあろうか。あるいは万人のうち この若さでこれほど大いなる知恵の誉れを勝ち得た者が誰かあろうか。 地上の者には一人もいない。しかし彼は人生から飛び去った、 花々の中から散る薔薇のように、花びらから消える露のように。
Gregorius Nazianzenus εἰς τὸν αὐτόν γείτονες εὐμενέοιτε καὶ ἐν κόλποισι δέχοισθε, Μάρτυρες, ὑμετέροις αἷμα τὸ Γρηγορίου, Γρηγορίου Νόννης τε μεγακλέος, εὐσεβίῃ τε καὶ τύμβοις ἱεροῖς εἰς ἓν ἀγειρομένους.3
ナジアンゾスのグレゴリオス、同じカイサリオスへ 隣人たちよ、慈しみをもって御身らの懐に受け入れたまえ、 殉教者たちよ、グレゴリオスの血を、 名高きグレゴリオスとノンナの血を、信心によって、 また聖なる墓によって一つに集められる者たちを。
Gregorius Nazianzenus εἰς τὸν αὐτὸν καὶ εἰς Φιλάγριον κλῦθι, Ἀλεξάνδρεια· Φιλάγριος ὤλεσε μορφὴν τῆς λογικῆς ψυχῆς οὔτι χερειοτέρην, Καισάριον δὲ νέον Φθόνος ἥρπασεν οὔποτε τοῖα πέμψεις εὐίπποις ἄνθεα Καππαδόκαις.
ナジアンゾスのグレゴリオス、同じカイサリオスおよびフィラグリオスへ 聞け、アレクサンドリアよ。フィラグリオスはその理知的な魂に 少しも劣らぬ肉体の姿を失い、 若きカイサリオスを嫉妬が奪い去った。もはや決してそなたは 名馬を産するカッパドキアの人々へこのような花々を送り出すことはない。
Gregorius Nazianzenus εἰς Γοργόνιον τὴν ἑαυτοῦ ἀδελφήν Γρηγορίου Νόννης τε φίλον τέκος ἐνθάδε κεῖμαι Γοργόνιον, ζωῆς μύστις ἐπουρανίης.
ナジアンゾスのグレゴリオス、自身の姉妹ゴルゴニアへ グレゴリオスとノンナの愛する子、私ゴルゴニアは 天上の命の密儀に通じた者としてここに横たわる。
Gregorius Nazianzenus εἰς Γοργόνιον οὐδὲν Γοργόνιον γαίῃ λίπεν, ὀστέα μοῦνα· πάντα δʼ ἔθηκεν ἄνω, Μάρτυρες ἀθλοφόροι.
ナジアンゾスのグレゴリオス、ゴルゴニアへ ゴルゴニアは大地に何一つ残さなかった、骨だけを残して。 そしてすべてを天へと捧げた、勝利を得た殉教者たちよ。
Gregorius Nazianzenus εἰς τὴν αὐτήν καὶ εἰς Ἀλύπιον τὸν αὐτῆς ἄνδρα κτῆσιν ἑὴν σάρκας τε καὶ ὀστέα πάντʼ ἀναθεῖσα Γοργόνιον Χριστῷ, μοῦνον ἀφῆκε πόσιν οὐ μὰν οὐδὲ πόσιν δηρὸν χρόνον ἀλλʼ ἄρα καὶ τὸν ἥρπασεν ἐξαπίνης κύδιμον Ἀλύπιον. ὄλβιε ὀλβίστης ἀλόχου πόσι· τοῖς ῥα λοετροῖς λύματʼ ἀπωσάμενοι ζῆτε παλιγγενέες.
ナジアンゾスのグレゴリオス、同じ彼女およびその夫アリュピオスへ 自身の財産も肉も骨も、すべてをキリストに捧げた ゴルゴニアは、夫だけを地上に残した。 否、夫をも長い間残しはしなかった。実にあの 栄えあるアリュピオスをも、〔彼女は〕たちまち奪い去ったのだ。 最も至福なる妻の、至福なる夫よ。沐浴によって 汚れを払い去ったそなたらは、新たに生まれた者として生きよ。
Gregorius Nazianzenus ἐπιτάφιον εἰς Μαρτινιανόν εἴ τις Τάνταλός ἐστιν ἐν ὕδασιν αὖος ἀπίστοις, εἴ τις ὑπὲρ κεφαλῆς πέτρος ἀεὶ φοβέων, δαπτόμενόν τʼ ὄρνισιν ἀγήραον ἧπαρ ἀλιτροῦ, καὶ πυρόεις ποταμὸς, καὶ ζόφος ἀθάνατος, ταρτάρεοί τε μυχοὶ καὶ δαίμονες ἀγριόθυμοι, ἄλλαι τε φθιμένων τίσιες εἰν ἀίδι· ὅστις Μαρτινιανὸν ἀγακλέα δηλήσαιτο τύμβον ἀνοχλίζων, δείματα πάντα φέροι.4
ナジアンゾスのグレゴリオス、マルティニアノスへの墓碑銘 もし不実な水の中で渇きに苦しむタンタロスがいるなら、 もし頭上に絶えず恐怖を与える岩があるなら、 鳥についばまれる罪人の老いることなき肝臓があるなら、 火の河、尽きることなき闇があるなら、 タルタロスの深奥、獰猛な心を持つ神霊たち、 そして冥府における死者たちのその他の懲罰があるなら、 名高きマルティニアノスの墓をこじ開けて損なおうとする者は 誰であれ、これらすべての恐怖を身に受けるがよい。
- 8.90ὦ ζωῆς πήμασι μακροτέρης
間投詞 ὦ に導かれる感嘆の属格(genitive of exclamation)であり、長引く人生の悲哀を嘆いている。奪格的与格/原因・手段の与格 πήμασι(「苦難によって」)が比較級 μακροτέρης に係り、「苦難によって引き延ばされた命」を意味する。
- 8.91Καισάριος πτερόωντι νόῳ μοῦνος καταμάρψας
主格分詞 καταμάρψας を伴う主語 Καισάριος から文が始まるが、直接の主動詞を持たず、感嘆詞 αἰαῖ の後に πᾶσιν ὁμῶς νῦν κόνις ἐστʼ ὀλίγη という名詞文へ移行する構文的破格(anacoluthon/懸垂主格 nominativus pendens)。前行の πᾶσαν ὅση σοφίη 以下の諸対格は分詞 καταμάρψας の直接目的語をなす。
- 8.99εἰς ἓν ἀγειρομένους
対格複数現在受動態分詞 ἀγειρομένους は、先行する中性単数名詞 αἷμα(血統・子孫)を構文上の先行詞としつつも、意味上そこに含まれる一族の死者たち(有情物・複数)を捉えて意味による一致(constructio ad sensum)をなしている。
- 8.104ὅστις Μαρτινιανὸν ἀγακλέα δηλήσαιτο τύμβον ἀνοχλίζων, δείματα πάντα φέροι
不定関係節 ὅστις ... δηλήσαιτο の希求法は潜在条件(「万一〜する者がいれば」)を表し、主節の希求法 φέροι は願望・呪詛(「すべての恐怖を被るがよい」)を表す。前文の εἴ τις ... ἐστιν(直説法による前提の提示)と連動し、墓荒らしに対する典型的な呪詛文の骨格を成している。
